§1.54.1πρὸς δὲ ταύτην τὴν ἐπιβολὴν πρῶτον μὲν τὴν πρὸς αὐτὸν εὔνοιαν κατεσκεύασε πᾶσι τοῖς κατʼ Αἴγυπτον, ἡγούμενος δεῖν τοὺς μὲν συστρατεύοντας ἑτοίμως ὑπὲρ τῶν ἡγουμένων ἀποθνήσκειν, τοὺς δʼ ἀπολειπομένους ἐπὶ τῶν πατρίδων μηδὲν νεωτερίζειν, εἰ μέλλει τὴν προαίρεσιν ἐπὶ τέλος ἄξειν.
针对这一企图,他首先在全埃及的人民中确立了对自己的好感,因为他认为,如果他要把自己的意图贯彻到底,那么参军的人应当乐意为领袖而死,而留在祖国的人则不应发动任何叛乱。
§1.54.2διὸ καὶ πάντας ἐκ τῶν ἐνδεχομένων εὐηργέτει, τοὺς μὲν χρημάτων δωρεαῖς ἐκθεραπεύων, τοὺς δὲ χώρας δόσει, τινὰς δὲ τιμωρίας ἀπολύσει, πάντας δὲ ταῖς ὁμιλίαις καὶ τῇ τῶν τρόπων ἐπιεικείᾳ προσήγετο· τῶν τε γὰρ βασιλικῶν ἐγκλημάτων ἅπαντας ἀθῴους ἀφῆκε καὶ τοὺς πρὸς ἀργύριον συγκεκλειμένους ἀπέλυσε τοῦ χρέους, ὄντος πολλοῦ πλήθους ἐν ταῖς φυλακαῖς.
因此,他也尽可能地造福所有人,用金钱的赠礼去取悦一部分人,用土地的赠与去争取另一部分人,用免除处罚去宽待某些人,并且通过交往和温和的性格吸引了所有人;因为他免除了所有人因王室指控而受的惩罚,并免去了那些因欠债而被监禁之人的债务,尽管当时监狱里有极多的人。
§1.54.3τὴν δὲ χώραν ἅπασαν εἰς ἓξ καὶ τριάκοντα μέρη διελών, ἃ καλοῦσιν Αἰγύπτιοι νομούς, ἐπέστησεν ἅπασι νομάρχας τοὺς ἐπιμελησομένους τῶν τε προσόδων τῶν βασιλικῶν καὶ διοικήσοντας ἅπαντα τὰ κατὰ τὰς ἰδίας μερίδας.
他将全国划分为三十六个部分,埃及人称之为“诺姆”,在所有这些部门设立了州长,他们将负责管理王室的收入并在各自的辖区内管理一切事务。
§1.54.4ἐπελέξατο δὲ καὶ τῶν ἀνδρῶν τοὺς ταῖς ῥώμαις διαφέροντας καὶ συνεστήσατο στρατόπεδον ἄξιον τοῦ μεγέθους τῆς ἐπιβολῆς· κατέγραψε γὰρ πεζῶν μὲν ἑξήκοντα μυριάδας, ἱππεῖς δὲ δισμυρίους καὶ τετρακισχιλίους, ζεύγη δὲ πολεμιστήρια δισμύρια καὶ ἑπτακισχίλια.
他还挑选了男子中体力最杰出的人,组建了一支与这一企图的规模相称的军队;因为他征召了六十万步兵、二万四千骑兵和二万七千辆战车。
§1.54.5ἐπὶ δὲ τὰς κατὰ μέρος ἡγεμονίας τῶν στρατιωτῶν ἔταξε τοὺς συντρόφους, ἐνηθληκότας μὲν ἤδη τοῖς πολέμοις, ἀρετὴν δʼ ἐζηλωκότας ἐκ παίδων, εὔνοιαν δὲ ἀδελφικὴν ἔχοντας πρός τε τὸν βασιλέα καὶ πρὸς ἀλλήλους, ὄντας τὸν ἀριθμὸν πλείους τῶν χιλίων καὶ ἑπτακοσίων.
至于士兵们各部分的指挥官,他指派了与他一同长大的同伴,他们已经在战争中得到了锻炼,从小就追求美德,对国王以及彼此之间都怀有兄弟般的情谊,其人数超过了一千七百人。
§1.54.6πᾶσι δὲ τοῖς προειρημένοις κατεκληρούχησε τὴν ἀρίστην τὴς χώρας, ὅπως ἔχοντες ἱκανὰς προσόδους καὶ μηδενὸς ἐνδεεῖς ὄντες ἀσκῶσι τὰ περὶ τοὺς πολέμους.
他向所有上述之人分配了该国最好的土地,以便他们拥有充足的收入且无所匮乏,从而专注于战争之事。