§1.55.1κατασκευάσας δὲ τὴν δύναμιν ἐστράτευσεν ἐπὶ πρώτους Αἰθίοπας τοὺς πρὸς τῇ μεσημβρίᾳ κατοικοῦντας, καὶ καταπολεμήσας ἠνάγκασε τὸ ἔθνος φόρους τελεῖν ἔβενον καὶ χρυσὸν καὶ τῶν ἐλεφάντων τοὺς ὀδόντας.
軍隊を整えた後、彼はまず南に住むエチオピア人に対して遠征し、彼らを打ち破って、その民に黒檀、金、そして象牙を貢納することを義務づけた。
§1.55.2ἔπειτʼ εἰς μὲν τὴν Ἐρυθρὰν θάλατταν ἀπέστειλε στόλον νεῶν τετρακοσίων, πρῶτος τῶν ἐγχωρίων μακρὰ σκάφη ναυπηγησάμενος, καὶ τάς τε νήσους τὰς ἐν τοῖς τόποις κατεκτήσατο καὶ τῆς ἠπείρου τὰ παρὰ θάλατταν μέρη κατεστρέψατο μέχρι τῆς Ἰνδικῆς·
その後、紅海へ四百隻の艦隊を派遣したが、彼は地元の者たちの中で最初に軍船を建造した人物であり、その地域の諸島を征服し、大陸の沿岸地域をインドに及ぶまで制圧した。
αὐτὸς δὲ μετὰ τῆς δυνάμεως πεζῇ τὴν πορείαν ποιησάμενος κατεστρέψατο πᾶσαν τὴν Ἀσίαν.
彼自身は軍勢を率いて陸路で進軍し、アジア全土を制圧した。
§1.55.3οὐ μόνον γὰρ τὴν ὕστερον ὑπʼ Ἀλεξάνδρου τοῦ Μακεδόνος κατακτηθεῖσαν χώραν ἐπῆλθεν, ἀλλὰ καί τινα τῶν ἐθνῶν ὧν ἐκεῖνος οὐ παρέβαλεν εἰς τὴν χώραν.
なぜなら、後にマケドニアのアレクサンドロスによって征服された地域を訪れただけでなく、アレクサンドロスがその領土に立ち入らなかったようしていくつかの民族の地にも侵攻したからである。
§1.55.4καὶ γὰρ τὸν Γάγγην ποταμὸν διέβη καὶ τὴν Ἰνδικὴν ἐπῆλθε πᾶσαν ἕως ὠκεανοῦ καὶ τὰ τῶν Σκυθῶν ἔθνη μέχρι Τανάιδος ποταμοῦ τοῦ διορίζοντος τὴν Εὐρώπην ἀπὸ τῆς Ἀσίας·
実際、彼はガンジス川を渡ってインド全土を大洋に至るまで侵攻し、ヨーロッパとアジアを隔てるタナイス川に至るまでのスキタイ人の諸民族をも侵攻した。
ὅτε δή φασι τῶν Αἰγυπτίων τινὰς καταλειφθέντας περὶ τὴν Μαιῶτιν λίμνην συστήσασθαι τὸ τῶν Κόλχων ἔθνος.
この時に、エジプト人の一部がマイオティス湖の周辺に残され、コルキス人の民族を興したと言われている。
§1.55.5ὅτι δὲ τοῦτο τὸ γένος Αἰγυπτιακόν ἐστι σημεῖον εἶναι τὸ περιτέμνεσθαι τοὺς ἀνθρώπους παραπλησίως τοῖς κατʼ Αἴγυπτον, διαμένοντος τοῦ νομίμου παρὰ τοῖς ἀποίκοις, καθάπερ καὶ παρὰ τοῖς Ἰουδαίοις.
また、この民族がエジプト系であることの証拠は、彼らがエジプトの人々と同様に割礼を行っていることであり、その慣習は入植者たちの間にも、ユダヤ人たちの間と同様に存続していることである(と言われている)。
§1.55.6ὁμοίως δὲ καὶ τὴν λοιπὴν Ἀσίαν ἅπασαν ὑπήκοον ἐποιήσατο καὶ τῶν Κυκλάδων νήσων τὰς πλείους.
同様に、彼はアジアの残りの全土をも服従させ、キクラデス諸島の大部分をも従えた。
διαβὰς δʼ εἰς τὴν Εὐρώπην καὶ διεξιὼν ἅπασαν τὴν Θρᾴκην ἐκινδύνευσεν ἀποβαλεῖν τὴν δύναμιν διὰ σπάνιν τροφῆς καὶ τόπων δυσχωρίας.
そしてヨーロッパへ渡り、トラキア全土を通過する中で、食糧の不足と地勢の険しさのために軍勢を失う危険に瀕した。
§1.55.7διόπερ ὅρια τῆς στρατείας ποιησάμενος ἐν τῇ Θρᾴκῃ, στήλας κατεσκεύασεν ἐν πολλοῖς τόποις τῶν ὑπʼ αὐτοῦ κατακτηθέντων·
それゆえ、トラキアを遠征の境界と定めて、彼によって征服された地域の多くの場所に石碑を建てた。
αὗται δὲ τὴν ἐπιγραφὴν εἶχον Αἰγυπτίοις γράμμασι τοῖς ἱεροῖς λεγομένοις, “τήνδε τὴν χώραν ὅπλοις κατεστρέψατο τοῖς ἑαυτοῦ βασιλεὺς βασιλέων καὶ δεσπότης δεσποτῶν Σεσόωσισ”.
これらは、いわゆるエジプトの神聖文字で次のような碑文を刻んでいた。 「この国を、王の中の王、支配者の中の支配者セソオシスが自らの武力によって征服した」。
§1.55.8τὴν δὲ στήλην κατεσκεύασεν ἔχουσαν αἰδοῖον ἐν μὲν τοῖς μαχίμοις ἔθνεσιν ἀνδρός, ἐν δὲ τοῖς ἀγεννέσι καὶ δειλοῖς γυναικός, ἀπὸ τοῦ κυριωτέρου μέρους τὴν διάθεσιν τῆς ἑκάστων ψυχῆς φανερωτάτην τοῖς ἐπιγινομένοις ἔσεσθαι νομίζων.
そして、戦闘的な民族のところには男の性器を、非劣で臆病な民族のところには女の性器をあしらった石碑を建てたが、それは最も決定的な部分によって、各々の魂の性質が後世の人々に極めて明白になるだろうと考えたからであった。
§1.55.9ἐν ἐνίοις δὲ τόποις καὶ τὴν ἑαυτοῦ κατεσκεύασεν εἰκόνα λιθίνην, τόξα καὶ λόγχην ἔχουσαν, τῷ μεγέθει τέτταρσι παλαισταῖς μείζονα τῶν τεττάρων πηχῶν, ἡλίκος ὢν καὶ αὐτὸς ἐτύγχανεν.
またいくつかの場所には、弓と槍を手にした石造りの彼自身の像も造らせたが、その大きさは四ペキスよりも四掌幅分大きく、それは彼自身の実際の身長であった。
§1.55.10ἐπιεικῶς δὲ προσενεχθεὶς ἅπασι τοῖς ὑποτεταγμένοις καὶ συντελέσας τὴν στρατείαν ἐν ἔτεσιν ἐννέα, τοῖς μὲν ἔθνεσι κατὰ δύναμιν προσέταξε δωροφορεῖν κατʼ ἐνιαυτὸν εἰς Αἴγυπτον, αὐτὸς δʼ ἀθροίσας αἰχμαλώτων τε καὶ τῶν ἄλλων λαφύρων πλῆθος ἀνυπέρβλητον ἐπανῆλθεν εἰς τὴν πατρίδα, μεγίστας πράξεις τῶν πρὸ αὐτοῦ κατειργασμένος.
服属させたすべての人々に寛大に対処し、九年間で遠征を完了すると、諸民族に対して能力に応じて毎年エジプトに貢物を送るよう命じ、自身は捕虜やその他の戦利品の比類なき群衆を集めて祖国へと帰還し、自分より前の誰よりも偉大な業績を成し遂げた。
§1.55.11καὶ τὰ μὲν ἱερὰ πάντα τὰ κατʼ Αἴγυπτον ἀναθήμασιν ἀξιολόγοις καὶ σκύλοις ἐκόσμησε, τῶν δὲ στρατιωτῶν τοὺς ἀνδραγαθήσαντας δωρεαῖς κατὰ τὴν ἀξίαν ἐτίμησε.
そして、エジプト中のすべての神殿を価値ある奉納品や戦利品で飾り、兵士たちのうち、勇敢に戦った者たちをその功績に応じて贈り物で称えた。
§1.55.12καθόλου δὲ ἀπὸ ταύτης τῆς στρατείας οὐ μόνον ἡ συνανδραγαθήσασα δύναμις μεγάλην εὐπορίαν κτησαμένη τὴν ἐπάνοδον ἐποιήσατο λαμπράν, ἀλλὰ καὶ τὴν Αἴγυπτον ἅπασαν συνέβη παντοίας ὠφελείας ἐμπλησθῆναι.
総じて、この遠征によって、共に勇敢に戦った軍勢が大きな富を得て輝かしい帰還を遂げただけでなく、エジプト全土があらゆる種類の便益で満たされることになった。