§1.5.1τῶν δὲ χρόνων τούτων περιειλημμένων ἐν ταύτῃ τῇ πραγματείᾳ τοὺς μὲν πρὸ τῶν Τρωικῶν οὐ διοριζόμεθα βεβαίως διὰ τὸ μηδὲν παράπηγμα παρειληφέναι περὶ τούτων πιστευόμενον, ἀπὸ δὲ τῶν Τρωικῶν ἀκολούθως Ἀπολλοδώρῳ τῷ Ἀθηναίῳ τίθεμεν ὀγδοήκοντʼ ἔτη πρὸς τὴν κάθοδον τῶν Ἡρακλειδῶν, ἀπὸ δὲ ταύτης ἐπὶ τὴν πρώτην ὀλυμπιάδα δυσὶ λείποντα τῶν τριακοσίων καὶ τριάκοντα, συλλογιζόμενοι τοὺς χρόνους ἀπὸ τῶν ἐν Λακεδαίμονι βασιλευσάντων, ἀπὸ δὲ τῆς πρώτης ὀλυμπιάδος εἰς τὴν ἀρχὴν τοῦ Κελτικοῦ πολέμου, ἣν τελευτὴν πεπονήμεθα τῆς ἱστορίας, ἑπτακόσια καὶ τριάκοντα·
この著作において包含されるこれらの期間のうち、トロイア戦争以前のものについては、これらに関して信頼できる年代表を受け取っていないため、我々は確実には確定しない。 しかし、トロイア戦争からは、アテナイのアポロドロスに従って、ヘラクレス一族の帰還までを八十年とし、これ(帰還)から最初のオリンピアードまでは、ラケダイモンで王位にあった人々から期間を算定して、三百二十八年(三百三十に二を欠くもの)とし、最初のオリンピアードから、我々が歴史の終結としたケルト戦争の始まりまでは、七百三十年とする。
ὥστε τὴν ὅλην πραγματείαν ἡμῶν τετταράκοντα βίβλων οὖσαν περιέχειν ἔτη δυσὶ λείποντα τῶν χιλίων ἑκατὸν τετταράκοντα χωρὶς τῶν χρόνων τῶν περιεχόντων τὰς πρὸ τῶν Τρωικῶν πράξεις.
その結果、全四十巻からなる我々の全著作は、トロイア戦争以前の事績を包含する期間を除いて、千百三十八年(千百四十に二を欠くもの)を包含することになる。
§1.5.2ταῦτα μὲν οὖν ἀκριβῶς προδιωρισάμεθα, βουλόμενοι τοὺς μὲν ἀναγινώσκοντας εἰς ἔννοιαν ἀγαγεῖν τῆς ὅλης προθέσεως, τοὺς δὲ διασκευάζειν εἰωθότας τὰς βίβλους ἀποτρέψαι τοῦ λυμαίνεσθαι τὰς ἀλλοτρίας πραγματείας.
さて、我々がこれらのことをあらかじめ正確に規定したのは、一方では読者たちを全体の意図の理解へと導くためであり、他方では書物を改変することに慣れている者たちが他人の著作を損なうのを思いとどまらせるためである。
ἡμῖν δὲ παρʼ ὅλην τὴν ἱστορίαν τὰ μὲν γραφέντα καλῶς μὴ μετεχέτω φθόνου, τὰ δὲ ἀγνοηθέντα τυγχανέτω διορθώσεως ὑπὸ τῶν δυνατωτέρων.
そして我々に対しては、歴史全体を通じて、うまく書かれたことは羨望を受けることがなく、不覚にも誤られたことは、より有能な人々によって訂正を受けるように。
§1.5.3διεληλυθότες δὲ ὑπὲρ ὧν προῃρούμεθα, τὴν ἐπαγγελίαν τῆς γραφῆς βεβαιοῦν ἐγχειρήσομεν.
我々が意図した事柄について論じ終えたので、我々はこの記述の約束を果たすことに着手しよう。
περὶ μὲν οὖν θεῶν τίνας ἐννοίας ἔσχον οἱ πρῶτοι
さて、神々について、最初の人間たちがどのような概念を抱いたかについては……