§1.41.1Οἰνοπίδης δὲ ὁ Χῖός φησι κατὰ μὲν τὴν θερινὴν ὥραν τὰ ὕδατα κατὰ τὴν γῆν εἶναι ψυχρά, τοῦ δὲ χειμῶνος τοὐναντίον θερμά, καὶ τοῦτο εὔδηλον ἐπὶ τῶν βαθέων φρεάτων γίνεσθαι· κατὰ μὲν γὰρ τὴν ἀκμὴν τοῦ χειμῶνος ἥκιστα τὸ ὕδωρ ἐν αὐτοῖς ὑπάρχειν ψυχρόν, κατὰ δὲ τὰ μέγιστα καύματα ψυχρότατον ἐξ αὐτῶν
希俄斯的奥诺皮德斯说,在夏季,地下的水是冷的,而在冬季相反是热的,这在深井中显而易见;因为在严冬,其中的水最不冷,而在最炎热的时候,从井里汲上来的却是最冷的水。
§1.41.2ὑγρὸν ἀναφέρεσθαι. διὸ καὶ τὸν Νεῖλον εὐλόγως κατὰ μὲν τὸν χειμῶνα μικρὸν εἶναι καὶ συστέλλεσθαι, διὰ τὸ τὴν μὲν κατὰ γῆν θερμασίαν τὸ πολὺ τῆς ὑγρᾶς οὐσίας ἀναλίσκειν, ὄμβρους δὲ κατὰ τὴν Αἴγυπτον μὴ γίνεσθαι· κατὰ δὲ τὸ θέρος μηκέτι τῆς κατὰ γῆν ἀπαναλώσεως γινομένης ἐν τοῖς κατὰ βάθος τόποις πληροῦσθαι τὴν κατὰ φύσιν αὐτοῦ ῥύσιν ἀνεμποδίστως.
因此,尼罗河在冬季较小并收缩是合理的,因为地下的热量消耗了大部分液体物质,且埃及不下雨;但在夏季,由于深处的地下消耗不再发生,其自然流量便不受阻碍地得以充盈。
§1.41.3ῥητέον δὲ καὶ πρὸς τοῦτον ὅτι πολλοὶ ποταμοὶ τῶν κατὰ τὴν Λιβύην ὁμοίως μὲν κείμενοι τοῖς στόμασι, παραπλησίους δὲ τὰς ῥύσεις ποιούμενοι, τὴν ἀνάβασιν οὐκ ἔχουσιν ἀνάλογον τῷ Νείλῳ· τοὐναντίον γὰρ ἐν μὲν τῷ χειμῶνι πληρούμενοι, κατὰ δὲ τὸ θέρος λήγοντες ἐλέγχουσι τὸ ψεῦδος τοῦ πειρωμένου τοῖς πιθανοῖς καταμάχεσθαι τὴν ἀλήθειαν.
但对这个人也必须指出,利比亚的许多河流虽然河口位置相似,流向也相近,但并没有与尼罗河相类似的涨水;相反,它们在冬季充满,而在夏季枯竭,这便戳穿了那个企图用貌似合理的言辞来对抗真理之人的谎言。
§1.41.4ἔγγιστα δὲ τῇ ἀληθείᾳ προσελήλυθεν Ἀγαθαρχίδης ὁ Κνίδιος.
克尼多斯的高拉哈基德斯最接近真理。
φησὶ γὰρ κατʼ ἐνιαυτὸν ἐν τοῖς κατὰ τὴν Αἰθιοπίαν ὄρεσι γίνεσθαι συνεχεῖς ὄμβρους ἀπὸ θερινῶν τροπῶν μέχρι τῆς μετοπωρινῆς ἰσημερίας· §1.41.5εὐλόγως οὖν τὸν Νεῖλον ἐν μὲν τῷ χειμῶνι συστέλλεσθαι, τὴν κατὰ φύσιν ἔχοντα ῥύσιν ἀπὸ μόνων τῶν πηγῶν, κατὰ δὲ τὸ θέρος διὰ τοὺς ἐκχεομένους ὄμβρους λαμβάνειν τὴν αὔξησιν.
因为他说,每年在埃塞俄比亚的山区,从夏至到秋分都会发生持续的暴雨;因此,尼罗河在冬季收缩,仅靠源头维持其自然流量,而在夏季由于倾盆暴雨而水量增加,是合理的。
§1.41.6εἰ δὲ τὰς αἰτίας μηδεὶς ἀποδοῦναι δύναται μέχρι τοῦ νῦν τῆς τῶν ὑδάτων γενέσεως, οὐ προσήκειν ἀθετεῖσθαι τὴν ἰδίαν ἀπόφασιν· πολλὰ γὰρ τὴν φύσιν ἐναντίως φέρειν, ὧν τὰς αἰτίας οὐκ ἐφικτὸν ἀνθρώποις ἀκριβῶς ἐξευρεῖν.
如果至今还没有人能够说明这些水产生的原因,那么他不应该因此就否定自己的断言;因为自然界带来了许多具有相反特征的事物,其原因非人类所能精确探知。
§1.41.7μαρτυρεῖν δὲ τοῖς ὑφʼ ἑαυτοῦ λεγομένοις καὶ τὸ γινόμενον περί τινας τόπους τῆς Ἀσίας· πρὸς μὲν γὰρ τοῖς ὅροις τῆς Σκυθίας τοῖς πρὸς τὸ Καυκάσιον ὄρος συνάπτουσι, παρεληλυθότος ἤδη τοῦ χειμῶνος, καθʼ ἕκαστον ἔτος νιφετοὺς ἐξαισίους γίνεσθαι συνεχῶς ἐπὶ πολλὰς ἡμέρας, ἐν δὲ τοῖς πρὸς βορρᾶν ἐστραμμένοις μέρεσι τῆς Ἰνδικῆς ὡρισμένοις καιροῖς καὶ χάλαζαν ἄπιστον τὸ μέγεθος καὶ τὸ πλῆθος καταράττειν, καὶ περὶ μὲν τὸν Ὑδάσπην ποταμὸν ἀρχομένου θέρους συνεχεῖς ὄμβρους γίνεσθαι, κατὰ δὲ τὴν Αἰθιοπίαν μεθʼ ἡμέρας τινὰς ταὐτὸ συμβαίνειν, καὶ ταύτην τὴν περίστασιν κυκλουμένην ἀεὶ τοὺς συνεχεῖς τόπους χειμάζειν.
此外,在亚洲某些地方发生的事情也为他所说的话提供了见证:在与高加索山脉接壤的斯基泰边境,冬季刚刚过去,每年都会连续许多天降下异常罕见的大雪;在印度面朝北方的地区,在特定的季节,大小和数量令人难以置信的冰雹会倾泻而下;在海达斯佩斯河附近,初夏时会发生持续的暴雨,而在数日之后,埃塞俄比亚也会发生同样的情况,这种气象状态循环往复,总是给相邻地区带来恶劣天气。
§1.41.8οὐδὲν οὖν εἶναι παράδοξον εἰ καὶ κατὰ τὴν Αἰθιοπίαν τὴν κειμένην ὑπὲρ Αἰγύπτου συνεχεῖς ἐν τοῖς ὄρεσιν ὄμβροι καταράττοντες ἐν τῷ θέρει πληροῦσι τὸν ποταμόν, ἄλλως τε καὶ τῆς ἐναργείας αὐτῆς μαρτυρουμένης ὑπὸ τῶν περὶ τοὺς τόπους οἰκούντων βαρβάρων.
因此,在位于埃及上方的埃塞俄比亚,夏季山间倾盆而下的持续暴雨充满河流,这并无奇特之处,尤其是这一显而易见的事实本身已得到了居住在那些地方的蛮族的证实。
§1.41.9εἰ δὲ τοῖς παρʼ ἡμῖν γινομένοις ἐναντίαν ἔχει τὰ λεγόμενα φύσιν, οὐ διὰ τοῦτʼ ἀπιστητέον· καὶ γὰρ τὸν νότον παρʼ ἡμῖν μὲν εἶναι χειμέριον, περὶ δὲ τὴν Αἰθιοπίαν αἴθριον ὑπάρχειν, καὶ τὰς βορείους πνοὰς περὶ μὲν τὴν Εὐρώπην εὐτόνους εἶναι, κατʼ ἐκείνην δὲ τὴν χώραν βληχρὰς καὶ ἀτόνους.
即使所说的情况与我们这里发生的现象性质相反,也不应因此而不予相信;因为南风在我们这里带来风暴,而在埃塞俄比亚周围则是晴天,北风的吹拂在欧洲周围强劲,而在那个国家却微弱无力。
§1.41.10καὶ περὶ μὲν τῆς πληρώσεως τοῦ Νείλου, δυνάμενοι ποικιλώτερον ἀντειπεῖν πρὸς ἅπαντας, ἀρκεσθησόμεθα τοῖς εἰρημένοις, ἵνα μὴ τὴν ἐξ ἀρχῆς ἡμῖν προκειμένην συντομίαν ὑπερβαίνωμεν.
关于尼罗河的涨水,虽然我们能够对所有人做出更多样化的反驳,但我们将满足于已说的这些,以免超出我们从一开始就设定的简练原则。
ἐπεὶ δὲ τὴν βίβλον ταύτην διὰ τὸ μέγεθος εἰς δύο μέρη διῃρήκαμεν, στοχαζόμενοι τῆς συμμετρίας, τὴν πρώτην μερίδα τῶν ἱστορουμένων αὐτοῦ περιγράψομεν, τὰ δὲ συνεχῆ τῶν κατὰ τὴν Αἴγυπτον ἱστορουμένων ἐν τῇ δευτέρᾳ κατατάξομεν, ἀρχὴν ποιησάμενοι τὴν ἀπαγγελίαν τῶν γενομένων βασιλέων τῆς Αἰγύπτου καὶ τοῦ παλαιοτάτου βίου παρʼ Αἰγυπτίοις.
由于我们因篇幅过大而将本书分为两部分以谋求对称,我们将在此结束其中所叙述历史的第一部分,并将有关埃及历史的连续部分编排在第二部分中,以叙述埃及历代国王以及埃及人最古老的生活方式为开端。