Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §1.32.1-1.32.11

尼罗河的流向与险峻瀑布的地貌

第 33 段,共 406 段 · 希腊语

内容简介

本段阐述了尼罗河的源头、复杂的流向以及流向周边大陆的分支,并特别详细描述了难以航行的剧烈急流(瀑布)及其地貌特征。

§1.32.1ὁ γὰρ Νεῖλος φέρεται μὲν ἀπὸ μεσημβρίας ἐπὶ τὴν ἄρκτον, τὰς πηγὰς ἔχων ἐκ τόπων ἀοράτων, οἳ κεῖνται τῆς ἐσχάτης Αἰθιοπίας κατὰ τὴν ἔρημον, ἀπροσίτου τῆς χώρας οὔσης διὰ τὴν τοῦ καύματος ὑπερβολήν.
因为尼罗河自南向北流淌,其源头源自未知的地方,这些地方位于最遥远的埃塞俄比亚沙漠中,由于酷热难耐,该地区无法进入。
§1.32.2μέγιστος δʼ ὢν τῶν ἁπάντων ποταμῶν καὶ πλείστην γῆν διεξιὼν καμπὰς ποιεῖται μεγάλας, ποτὲ μὲν ἐπὶ τὴν ἀνατολὴν καὶ τὴν Ἀραβίαν ἐπιστρέφων, ποτὲ δʼ ἐπὶ τὴν δύσιν καὶ τὴν Λιβύην ἐκκλίνων% φέρεται γὰρ ἀπὸ τῶν Αἰθιοπικῶν ὀρῶν μέχρι τῆς εἰς θάλατταν ἐκβολῆς στάδια μάλιστά πως μύρια καὶ δισχίλια σὺν αἷς ποιεῖται καμπαῖς.
作为所有河流中最大且流经土地最广的一条,它形成了巨大的弯曲,时而转向东方和阿拉伯,时而偏向西方和利比亚;因为它从埃塞俄比亚的山脉一直延伸到注入海洋的口子,包括其所作的弯曲在内,流程大约有一万二千斯塔德。
§1.32.3κατὰ δὲ τοὺς ὑποκάτω τόπους συστέλλεται τοῖς ὄγκοις ἀεὶ μᾶλλον, ἀποσπωμένου τοῦ ῥεύματος ἐπʼ ἀμφοτέρας τὰς ἠπείρους.
在下游地区,由于水流被分流至两侧的大陆,其水量变得越来越小。
§1.32.4τῶν δʼ ἀποσχιζομένων μερῶν τὸ μὲν εἰς τὴν Λιβύην ἐκκλῖνον ὑφʼ ἅμμου καταπίνεται τὸ βάθος ἐχούσης ἄπιστον, τὸ δʼ εἰς τὴν Ἀραβίαν ἐναντίως εἰσχεόμενον εἰς τέλματα παμμεγέθη καὶ λίμνας ἐκτρέπεται μεγάλας καὶ περιοικουμένας γένεσι πολλοῖς.
在分流出的部分中,偏向利比亚的一支被深不可测的沙土所吞噬,而相反流向阿拉伯的一支则被导入极大的沼泽和巨大的湖泊中,周围居住着许多部落。
§1.32.5εἰς δὲ τὴν Αἴγυπτον ἐμβάλλει τῇ μὲν δέκα σταδίων, τῇ δʼ ἔλαττον τούτων, οὐκ ἐπʼ εὐθείας φερόμενος, ἀλλὰ καμπὰς παντοίας ποιούμενος· ποτὲ μὲν γὰρ ἑλίττεται πρὸς τὴν ἕω, ποτὲ δὲ πρὸς τὴν ἑσπέραν, ἔστι δʼ ὅτε πρὸς τὴν μεσημβρίαν, §1.32.6εἰς τοὐπίσω λαμβάνων τὴν παλίρροιαν.
它流入埃及时,在某些地方宽达十斯塔德,在另一些地方则小于此数,它并非沿直线流动,而是作各种弯曲;因为时而向东盘旋,时而向西,有时又向南,使其逆流向后倒退。
ὄρη γὰρ ἐξ ἑκατέρου μέρους τοῦ ποταμοῦ παρήκει, πολλὴν μὲν τῆς παραποταμίας ἐπέχοντα, διειλημμένα δὲ φάραγξι καὶ κρημνοῖς στενοπόροις, οἷς ἐμπῖπτον τὸ ῥεῦμα παλισσυτεῖ διὰ τῆς πεδιάδος, καὶ πρὸς τὴν μεσημβρίαν ἐφʼ ἱκανὸν τόπον ἐνεχθὲν πάλιν ἐπὶ τὴν κατὰ φύσιν φορὰν ἀποκαθίσταται.
因为山脉延伸在河流的两侧,占据了沿河的大部分土地,并被峡谷和狭窄的悬崖所分割;水流撞击这些山壁,便在平原上倒流,在向南输送了相当长的一段距离后,又恢复到其自然的流向。
§1.32.7τηλικαύτην δʼ ἔχων ὑπεροχὴν ἐν πᾶσιν ὁ ποταμὸς οὗτος μόνος τῶν ἄλλων ἄνευ βίας καὶ κυματώδους ὁρμῆς τὴν ῥύσιν ποιεῖται, πλὴν ἐν τοῖς καλουμένοις καταράκταις.
尽管这条河流在所有方面都具有如此巨大的优越性,但它在其他河流中是唯一一条在没有暴力和波涛汹涌的冲力下流动的河流,除了在所谓的急流(瀑布)处。
§1.32.8τόπος γάρ τίς ἐστι μήκει μὲν ὡς δέκα σταδίων, κατάντης δὲ καὶ κρημνοῖς συγκλειόμενος εἰς στενὴν ἐντομήν, ἅπας δὲ τραχὺς καὶ φαραγγώδης, ἔτι δὲ πέτρους ἔχων πυκνοὺς καὶ μεγάλους ἐοικότας σκοπέλοις· τοῦ δὲ ῥεύματος περὶ τούτους σχιζομένου βιαιότερον καὶ πολλάκις διὰ τὰς ἐγκοπὰς ἀνακλωμένου πρὸς ἐναντίαν τὴν καταφορὰν συνίστανται δῖναι θαυμασταί·
因为有一个地方,长度大约有十斯塔德,地势陡峭,被悬崖合围成一条狭窄的通道,整个地方崎岖而多峡谷,而且还有类似于礁石的密集而巨大的岩石;由于水流在这些岩石周围分裂得更为猛烈,并且由于阻碍而经常向与其下行相反的方向折回,从而形成了令人惊叹的漩涡。
§1.32.9πᾶς δʼ ὁ μεσάζων τόπος ὑπὸ τῆς παλιρροίας ἀφροῦ τε πληροῦται καὶ τοῖς προσιοῦσι μεγάλην παρέχεται κατάπληξιν· καὶ γὰρ ἡ καταφορὰ τοῦ ποταμοῦ οὕτως ἐστὶν ὀξεῖα καὶ βίαιος ὥστε δοκεῖν μηδὲν βέλους διαφέρειν.
而中间的整个区域因逆流而充满泡沫,给靠近的人带来极大的惊恐;因为河流的下行水流是如此迅猛,以至于看起来与飞箭无异。
§1.32.10κατὰ δὲ τὴν πλήρωσιν τοῦ Νείλου, τῶν σκοπέλων κατακλυζομένων καὶ παντὸς τοῦ τραχύνοντος τόπου τῷ πλήθει τοῦ ῥεύματος καλυπτομένου, καταπλέουσι μέν τινες κατὰ τοῦ καταράκτου λαμβάνοντες ἐναντίους τοὺς ἀνέμους, ἀναπλεῦσαι δὲ οὐδεὶς δύναται, νικώσης τῆς τοῦ ποταμοῦ βίας πᾶσαν ἐπίνοιαν ἀνθρωπίνην.
但在尼罗河泛滥时,随着礁石被淹没,整个崎岖的地方都被充沛的水流所覆盖,有些人利用逆风顺着急流而下,但没有人能够逆流而上,因为河流的威力战胜了人类的一切智慧。
§1.32.11καταράκται μὲν οὖν εἰσι τοιοῦτοι πλείους, μέγιστος δʼ ὁ πρὸς τοῖς μεθορίοις τῆς Αἰθιοπίας τε καὶ τῆς Αἰγύπτου.
因此,这样的急流有数个,而最大的是在埃塞俄比亚和埃及边界处的急流。

词汇与语法注释

  1. 1.32.2σὺν αἷς ποιεῖται καμπαῖς — 这是一个先行词 καμπαῖς 被吸收入关系代词 αἷς 引导的关系从句中的结构。等同于 σὺν ταῖς καμπαῖς ἃς ποιεῖται(包括其所作的弯曲)。
  2. 1.32.6εἰς τοὐπίσω λαμβάνων τὴν παλίρροιαν — 直译为“接受向后的逆流”,描写尼罗河水流因受山地地形阻挡而发生回流、在局部区域倒退流动的自然现象。
  3. 1.32.10λαμβάνοντες ἐναντίους τοὺς ἀνέμους — 形容词 ἐναντίους 是 τοὺς ἀνέμους 的述语性修饰语,意为“将风作为逆风来利用”。指在顺流下行时,通过让帆迎受向着上游方向吹来的逆风,以减缓其因迅猛流速而产生的失控。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §1.32.1-1.32.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.32.1-1.32.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。