Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §1.32.1-1.32.11

ナイル川の流路とカタラクトの地勢

33 / 406 箇所 · ギリシア語

要旨

ナイル川の源流と複雑な流路、および周囲の大陸への分流について述べ、特に航行不可能な激しい「急流(カタラクト)」の地勢とその難所について説明している。

§1.32.1ὁ γὰρ Νεῖλος φέρεται μὲν ἀπὸ μεσημβρίας ἐπὶ τὴν ἄρκτον, τὰς πηγὰς ἔχων ἐκ τόπων ἀοράτων, οἳ κεῖνται τῆς ἐσχάτης Αἰθιοπίας κατὰ τὴν ἔρημον, ἀπροσίτου τῆς χώρας οὔσης διὰ τὴν τοῦ καύματος ὑπερβολήν.
というのも、ナイル川は南から北へと流れており、最果てのエチオピアの砂漠地帯に位置する、暑さが極端であるために接近不可能である地域にある、未知の場所からその源泉を有しているからである。
§1.32.2μέγιστος δʼ ὢν τῶν ἁπάντων ποταμῶν καὶ πλείστην γῆν διεξιὼν καμπὰς ποιεῖται μεγάλας, ποτὲ μὲν ἐπὶ τὴν ἀνατολὴν καὶ τὴν Ἀραβίαν ἐπιστρέφων, ποτὲ δʼ ἐπὶ τὴν δύσιν καὶ τὴν Λιβύην ἐκκλίνων% φέρεται γὰρ ἀπὸ τῶν Αἰθιοπικῶν ὀρῶν μέχρι τῆς εἰς θάλατταν ἐκβολῆς στάδια μάλιστά πως μύρια καὶ δισχίλια σὺν αἷς ποιεῖται καμπαῖς.
すべての川の中で最大であり、最も広い土地を通り抜けながら、ナイル川は大きな屈曲を作り、ある時は東とアラビアの方へ向きを変え、ある時は西とリビアの方へ傾いている。 というのも、エチオピアの山々から海への注ぎ口まで、自らが作る屈曲を含めて、およそ一万二千スタディオンを流れるからである。
§1.32.3κατὰ δὲ τοὺς ὑποκάτω τόπους συστέλλεται τοῖς ὄγκοις ἀεὶ μᾶλλον, ἀποσπωμένου τοῦ ῥεύματος ἐπʼ ἀμφοτέρας τὰς ἠπείρους.
下流の地域においては、その流れが両方の大陸へと分流することによって、水量はますます減少していく。
§1.32.4τῶν δʼ ἀποσχιζομένων μερῶν τὸ μὲν εἰς τὴν Λιβύην ἐκκλῖνον ὑφʼ ἅμμου καταπίνεται τὸ βάθος ἐχούσης ἄπιστον, τὸ δʼ εἰς τὴν Ἀραβίαν ἐναντίως εἰσχεόμενον εἰς τέλματα παμμεγέθη καὶ λίμνας ἐκτρέπεται μεγάλας καὶ περιοικουμένας γένεσι πολλοῖς.
分流した部分のうち、リビアへと傾き流れる部分は、信じがたい深さを持つ砂によって飲み込まれ、これとは逆にアラビアへと流れ込む部分は、巨大な沼地や、多くの部族が周囲に居住する大きな湖へとそれていく。
§1.32.5εἰς δὲ τὴν Αἴγυπτον ἐμβάλλει τῇ μὲν δέκα σταδίων, τῇ δʼ ἔλαττον τούτων, οὐκ ἐπʼ εὐθείας φερόμενος, ἀλλὰ καμπὰς παντοίας ποιούμενος·
そしてエジプトには、ある場所では十スタディオンの、ある場所ではそれより狭い幅で流入し、まっすぐに流れるのではなく、あらゆる屈曲を作りながら進む。
ποτὲ μὲν γὰρ ἑλίττεται πρὸς τὴν ἕω, ποτὲ δὲ πρὸς τὴν ἑσπέραν, ἔστι δʼ ὅτε πρὸς τὴν μεσημβρίαν, §1.32.6εἰς τοὐπίσω λαμβάνων τὴν παλίρροιαν.
というのも、ある時は東に向かってうねり、ある時は西に向かって、またある時には南に向かってうねり、流れが逆戻りするようにしているからである。
ὄρη γὰρ ἐξ ἑκατέρου μέρους τοῦ ποταμοῦ παρήκει, πολλὴν μὲν τῆς παραποταμίας ἐπέχοντα, διειλημμένα δὲ φάραγξι καὶ κρημνοῖς στενοπόροις, οἷς ἐμπῖπτον τὸ ῥεῦμα παλισσυτεῖ διὰ τῆς πεδιάδος, καὶ πρὸς τὴν μεσημβρίαν ἐφʼ ἱκανὸν τόπον ἐνεχθὲν πάλιν ἐπὶ τὴν κατὰ φύσιν φορὰν ἀποκαθίσταται.
というのも、川の両側から山々が延びており、川沿いの土地の多くを占めていて、峡谷や狭い絶壁によって遮られており、これらに衝突した流れは平野を通って逆流し、そしてかなりの距離にわたって南へと運ばれた後、再び自然な流れの方向へと戻るからである。
§1.32.7τηλικαύτην δʼ ἔχων ὑπεροχὴν ἐν πᾶσιν ὁ ποταμὸς οὗτος μόνος τῶν ἄλλων ἄνευ βίας καὶ κυματώδους ὁρμῆς τὴν ῥύσιν ποιεῖται, πλὴν ἐν τοῖς καλουμένοις καταράκταις.
あらゆる点においてこれほど大きな卓越性を有していながら、この川は他の川とは異なり、激しさや波立つ勢いなしに流れを作り出している。 ただし、いわゆる急流においてを除いては。
§1.32.8τόπος γάρ τίς ἐστι μήκει μὲν ὡς δέκα σταδίων, κατάντης δὲ καὶ κρημνοῖς συγκλειόμενος εἰς στενὴν ἐντομήν, ἅπας δὲ τραχὺς καὶ φαραγγώδης, ἔτι δὲ πέτρους ἔχων πυκνοὺς καὶ μεγάλους ἐοικότας σκοπέλοις·
というのも、長さはおよそ十スタディオンで、下り坂になっており、崖によって狭い切り通しに閉じ込められており、全体が荒々しく峡谷のようになっており、さらに岩礁に似た密集した大きな岩々を有している、ある場所があるからである。
τοῦ δὲ ῥεύματος περὶ τούτους σχιζομένου βιαιότερον καὶ πολλάκις διὰ τὰς ἐγκοπὰς ἀνακλωμένου πρὸς ἐναντίαν τὴν καταφορὰν συνίστανται δῖναι θαυμασταί·
そして、流れがこれらの岩の周囲でより激しく裂け、障害物のために下流の方向とは逆向きにしばしば屈折することによって、驚くべき渦が発生するのである。
§1.32.9πᾶς δʼ ὁ μεσάζων τόπος ὑπὸ τῆς παλιρροίας ἀφροῦ τε πληροῦται καὶ τοῖς προσιοῦσι μεγάλην παρέχεται κατάπληξιν·
そして、その中間の領域全体が逆流によって泡で満たされ、近づく者たちに大きな驚愕を与える。
καὶ γὰρ ἡ καταφορὰ τοῦ ποταμοῦ οὕτως ἐστὶν ὀξεῖα καὶ βίαιος ὥστε δοκεῖν μηδὲν βέλους διαφέρειν.
というのも、川の急流は極めて急で激しいため、矢と何ら異ならないように思われるほどだからである。
§1.32.10κατὰ δὲ τὴν πλήρωσιν τοῦ Νείλου, τῶν σκοπέλων κατακλυζομένων καὶ παντὸς τοῦ τραχύνοντος τόπου τῷ πλήθει τοῦ ῥεύματος καλυπτομένου, καταπλέουσι μέν τινες κατὰ τοῦ καταράκτου λαμβάνοντες ἐναντίους τοὺς ἀνέμους, ἀναπλεῦσαι δὲ οὐδεὶς δύναται, νικώσης τῆς τοῦ ποταμοῦ βίας πᾶσαν ἐπίνοιαν ἀνθρωπίνην.
しかし、ナイル川の増水の際には、岩礁が水没し、荒れた場所のすべてが流れの満水によって覆われるので、向かい風を利用して急流を下って航行する者たちもいるが、遡上して航行することは誰にもできない。 川の激しさが人間のあらゆる工夫に打ち勝つからである。
§1.32.11καταράκται μὲν οὖν εἰσι τοιοῦτοι πλείους, μέγιστος δʼ ὁ πρὸς τοῖς μεθορίοις τῆς Αἰθιοπίας τε καὶ τῆς Αἰγύπτου.
このような急流はいくつか存在するが、最大のものはエチオピアとエジプトの国境付近にあるものである。

語釈・文法注

  1. 1.32.2σὺν αἷς ποιεῖται καμπαῖς — 関係代名詞 αἷς が導く節の中に先行詞 καμπαῖς が取り込まれた関係節の先取り構造。σὺν ταῖς καμπαῖς ἃς ποιεῖται(川が形成する屈曲部とともに)という本来の構文と同等に解釈される。
  2. 1.32.6εἰς τοὐπίσω λαμβάνων τὴν παλίρροιαν — 直訳すると「後方へ逆流を引き受ける」だが、ここでは山地地形に阻まれてナイル川の水流が自らの経路を阻まれ、一時的に逆方向へと流れる自然現象を表現している。
  3. 1.32.10λαμβάνοντες ἐναντίους τοὺς ἀνέμους — 形容詞 ἐναντίους は τοὺς ἀνέμους に対する述語的形容詞。「風を向かい風(逆風)として利用しながら」の意。凄まじい川の流速を減速させるため、上流方向へと吹く風(逆風)を帆に受けて慎重に下る操船技術を指す。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §1.32.1-1.32.11. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.32.1-1.32.11

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。