Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §1.26.1-1.26.8

埃及的纪年计算与巨人的起源

第 27 段,共 406 段 · 希腊语

内容简介

记述了埃及祭司计算的从太阳神统治到亚历山大东征的漫长年代,并介绍了将“年”解释为“月”或“季节”的合理化假说,同时探讨了在伊西斯和奥西里斯时代与众神作战并被消灭的巨人(癸干忒斯)的起源。

§1.26.1οἱ δʼ ἱερεῖς τῶν Αἰγυπτίων τὸν χρόνον ἀπὸ τῆς Ἡλίου βασιλείας συλλογιζόμενοι μέχρι τῆς Ἀλεξάνδρου διαβάσεως εἰς τὴν Ἀσίαν φασὶν ὑπάρχειν ἐτῶν μάλιστά πως δισμυρίων καὶ τρισχιλίων.
埃及的祭司们计算了从太阳神统治到亚历山大渡海进入亚洲的时间,称其大约有两万三千年。
§1.26.2μυθολογοῦσι δὲ καὶ τῶν θεῶν τοὺς μὲν ἀρχαιοτάτους βασιλεῦσαι πλείω τῶν χιλίων καὶ διακοσίων ἐτῶν, τοὺς δὲ μεταγενεστέρους οὐκ ἐλάττω τῶν τριακοσίων.
他们还传说,最古老的神明统治了一千二百年以上,而较晚的神明统治不少于三百年。
§1.26.3ἀπίστου δʼ ὄντος τοῦ πλήθους τῶν ἐτῶν, ἐπιχειροῦσί τινες λέγειν ὅτι τὸ παλαιόν, οὔπω τῆς περὶ τὸν ἥλιον κινήσεως ἐπεγνωσμένης, συνέβαινε κατὰ τὴν τῆς σελήνης περίοδον ἄγεσθαι τὸν ἐνιαυτόν.
由于这一年数的庞大令人难以置信,有些人便试图解释说,在古时候,由于太阳的运行尚未被人们认识,所以那时年是按照月球的周期来计算的。
§1.26.4διόπερ τῶν ἐτῶν τριακονθημέρων ὄντων οὐκ ἀδύνατον εἶναι βεβιωκέναι τινὰς ἔτη χίλια καὶ διακόσια· καὶ γὰρ νῦν δωδεκαμήνων ὄντων τῶν ἐνιαυτῶν οὐκ ὀλίγους ὑπὲρ ἑκατὸν ἔτη ζῆν.
因此,当时一年只有三十天,有些人活了一千二百年并非不可能;因为即便在如今一年有十二个月的情况下,也有不少人活到了一百多岁。
§1.26.5παραπλήσια δὲ λέγουσι καὶ περὶ τῶν τριακόσια ἔτη δοκούντων ἄρξαι· κατʼ ἐκείνους γὰρ τοὺς χρόνους τὸν ἐνιαυτὸν ἀπαρτίζεσθαι τέτταρσι μησὶ τοῖς γινομένοις κατὰ τὰς ἑκάστων τῶν χρόνων ὥρας, οἷον ἔαρος, θέρους, χειμῶνος· ἀφʼ ἧς αἰτίας καὶ παρʼ ἐνίοις τῶν Ἑλλήνων τοὺς ἐνιαυτοὺς ὥρους καλεῖσθαι καὶ τὰς κατʼ ἔτος ἀναγραφὰς ὡρογραφίας προσαγορεύεσθαι.
对于那些被认为统治了三百年的人,他们也说了类似的话:因为在那个时代,一年是由四个自然月构成的,对应着每个季节的时期,例如春季、夏季和冬季;由于这个原因,在某些希腊人中间,年也被称为“候”(horoi),而每年的记载则被称为“岁时记”(horographiai)。
§1.26.6οἱ δʼ οὖν Αἰγύπτιοι μυθολογοῦσι κατὰ τὴν Ἴσιδος ἡλικίαν γεγονέναι τινὰς πολυσωμάτους τοὺς ὑπὸ μὲν τῶν Ἑλλήνων ὀνομαζομένους γίγαντας, ὑφʼ ἑαυτῶν δὲ διακοσμουμένους τερατωδῶς ἐπὶ τῶν ἱερῶν καὶ τυπτομένους ὑπὸ τῶν περὶ τὸν Ὄσιριν.
无论如何,埃及人传说,在伊西斯时代出现了一些多躯体的人,他们被希腊人称为“癸干忒斯(巨人)”,而埃及人自己则在神殿中将他们描绘成怪物的模样,并受到奥西里斯随从们的殴打。
§1.26.7ἔνιοι μὲν οὖν αὐτοὺς γηγενεῖς φασιν ὑπάρξαι, προσφάτου τῆς τῶν ζῴων γενέσεως ἐκ τῆς γῆς ὑπαρχούσης, ἔνιοι δὲ λέγουσι σώματος ῥώμῃ διενεγκόντας καὶ πολλὰς ἐπιτελεσαμένους ἀπὸ τοῦ συμβεβηκότος μυθολογηθῆναι πολυσωμάτους.
因此,有些人说他们是地底生出来的,因为当时生物从大地产生还是新近的事;但另一些人说,由于他们肉体强壮,完成了许多伟业,所以根据这一事实在神话中被说成是拥有多躯体的人。
§1.26.8συμφωνεῖται δὲ παρὰ τοῖς πλείστοις ὅτι τοῖς περὶ τὸν Δία καὶ τὸν Ὄσιριν θεοῖς πόλεμον ἐνστησάμενοι πάντες ἀνῃρέθησαν.
但大多数人一致认为,他们对与宙斯和奥西里斯相关的众神发动了战争,并全部被消灭了。

词汇与语法注释

  1. §1.26.1τὸν χρόνον ἀπὸ τῆς Ἡλίου βασιλείας συλλογιζόμενοι μέχρι τῆς Ἀλεξάνδρου διαβάσεως — 介词短语 `ἀπὸ...` 与 `μέχρι...` 既可以作为限定性修饰语修饰现在分词 `συλλογιζόμενοι` 的宾语 `τὸν χρόνον`,也可以直接依附于 `συλλογιζόμενοι`,用来指明计算的起点和终点。
  2. §1.26.3ἀπίστου δʼ ὄντος τοῦ πλήθους τῶν ἐτῶν — 属格独立分词结构(绝对属格),表原因(“因这一年数的庞大令人难以置信”),其中 `τοῦ πλήθους` 是分词 `ὄντος` 的逻辑主语。
  3. §1.26.5τοῖς γινομένοις κατὰ τὰς ἑκάστων τῶν χρόνων ὥρας — 定冠词 `τοῖς` 与 `μησὶ`(与格复数)一致,修饰“四个月”。在此处,`ὥρας` 指的是“季节”而非泛指的“时间”,整句意为“在各个季节中产生的四个自然月”。
  4. §1.26.6τοὺς ὑπὸ μὲν τῶν Ἑλλήνων ὀνομαζομένους γίγαντας — 包含分词 `ὀνομαζομένους` 的名词短语,作为前文 `τινὰς πολυσωμάτους`(不定式句 `γεγονέναι` 的逻辑主语)的同格语或限定性修饰语。
  5. §1.26.7ἀπὸ τοῦ συμβεβηκότος — 介词短语 `ἀπὸ...` 表示根据或起源(“基于……”)。它是动词 `συμβαίνω` 的中性单数属格完成时分词的名词化形式,意为“根据实际发生的事”或“基于客观事实”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §1.26.1-1.26.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.26.1-1.26.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。