Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §1.22.1-1.22.7

伊西斯的逝世与神明埋葬地的异说

第 23 段,共 406 段 · 希腊语

内容简介

叙述了伊西斯的统治、其去世与在孟菲斯的安葬、关于奥西里斯另一个埋葬地菲莱岛的传说,以及奥西里斯阴部(菲勒斯)崇拜的起源。

§1.22.1τὴν δὲ Ἶσίν φασι μετὰ τὴν Ὀσίριδος τελευτὴν ὀμόσαι μηδενὸς ἀνδρὸς ἔτι συνουσίαν προσδέξεσθαι, διατελέσαι δὲ τὸν λοιπὸν τοῦ βίου χρόνον βασιλεύουσαν νομιμώτατα καὶ ταῖς εἰς τοὺς ἀρχομένους εὐεργεσίαις ἅπαντας ὑπερβαλλομένην.
据说,伊西斯在奥西里斯死后发誓,绝不再接受任何男人的同衾,并在余生中以极守法的方式进行统治,在对臣民的恩惠上超越了所有人。
§1.22.2ὁμοίως δὲ καὶ ταύτην μεταστᾶσαν ἐξ ἀνθρώπων τυχεῖν ἀθανάτων τιμῶν καὶ ταφῆναι κατὰ τὴν Μέμφιν, ὅπου δείκνυται μέχρι τοῦ νῦν ὁ σηκός, ὑπάρχων ἐν τῷ τεμένει τοῦ Ἡφαίστου.
同样,她离开人世后也获得了神圣不朽的荣誉,并被安葬在孟菲斯,直到今天她的神龛仍在那里被指认,它位于赫菲斯托斯的圣域之内。
§1.22.3ἔνιοι δέ φασιν οὐκ ἐν Μέμφει κεῖσθαι τὰ σώματα τούτων τῶν θεῶν, ἀλλʼ ἐπὶ τῶν ὅρων τῆς Αἰθιοπίας καὶ τῆς Αἰγύπτου κατὰ τὴν ἐν τῷ Νείλῳ νῆσον, κειμένην μὲν πρὸς ταῖς καλουμέναις Φίλαις, ἔχουσαν δὲ προσηγορίαν ἀπὸ τοῦ συμβεβηκότος ἱεροῦ πεδίου.
但也有人说,这些神明的尸体并不在孟菲斯,而是在埃塞俄比亚和埃及交界处的尼罗河岛上,该岛靠近被称为菲莱的地方,因其发生过的事而得名“圣野”。
§1.22.4σημεῖα δὲ τούτου δεικνύουσιν ἐν τῇ νήσῳ ταύτῃ διαμένοντα τόν τε τάφον τὸν κατεσκευασμένον Ὀσίριδι, κοινῇ τιμώμενον ὑπὸ τῶν κατʼ Αἴγυπτον ἱερέων, καὶ τὰς περὶ τοῦτον κειμένας ἑξήκοντα καὶ τριακοσίας χοάς· §1.22.5ταύτας γὰρ καθʼ ἑκάστην ἡμέραν γάλακτος πληροῦν τοὺς πρὸς τούτοις ταχθέντας ἱερεῖς, καὶ θρηνεῖν ἀνακαλουμένους τὰ τῶν θεῶν ὀνόματα.
他们指出这一事实的证据就保留在这个岛上:既有为奥西里斯建造的陵墓(受到埃及各派祭司的共同崇敬),也有环绕其放置的三百六十个奠酒器;因为受命负责此事的祭司们每天往这些器皿里装满牛奶,并呼唤着神明的名字进行哀悼。
§1.22.6διὰ ταύτην δὲ τὴν αἰτίαν καὶ τὴν νῆσον ταύτην ἄβατον εἶναι τοῖς παριοῦσι. καὶ πάντας τοὺς τὴν Θηβαΐδα κατοικοῦντας, ἥπερ ἐστὶν ἀρχαιοτάτη τῆς Αἰγύπτου, μέγιστον ὅρκον κρίνειν, ὅταν τις τὸν Ὄσιριν τὸν ἐν Φίλαις κείμενον ὀμόσῃ.
也正是由于这个原因,该岛对过往行人来说是禁地;而所有居住在埃及最古老地区底比斯的人,都将“以躺在菲莱的奥西里斯起誓”视为最庄严的誓言。
τὰ μὲν οὖν ἀνευρεθέντα τοῦ Ὀσίριδος μέρη ταφῆς ἀξιωθῆναί φασι τὸν εἰρημένον τρόπον, τὸ δὲ αἰδοῖον ὑπὸ μὲν Τυφῶνος εἰς τὸν ποταμὸν ῥιφῆναι λέγουσι διὰ τὸ μηδένα τῶν συνεργησάντων αὐτὸ λαβεῖν βουληθῆναι, ὑπὸ δὲ τῆς Ἴσιδος οὐδὲν ἧττον τῶν ἄλλων ἀξιωθῆναι τιμῶν ἰσοθέων· ἔν τε γὰρ τοῖς ἱεροῖς εἴδωλον αὐτοῦ κατασκευάσασαν τιμᾶν καταδεῖξαι καὶ κατὰ τὰς τελετὰς καὶ τὰς θυσίας τὰς τῷ θεῷ τούτῳ γινομένας ἐντιμότατον ποιῆσαι καὶ πλείστου σεβασμοῦ τυγχάνειν.
据说,奥西里斯被找到的身体各部分已按上述方式予以安葬,但阴部因同谋中无人愿意拿取而被泰丰扔进了河里,然而伊西斯仍给予了它不亚于其他部分的等同于神明的荣誉:因为她在神殿里制作了它的雕像并规定对其进行崇拜,并在为这位神明举行的祭仪和祭祀中使其成为最受尊崇、获得最大敬畏的对象。
§1.22.7διὸ καὶ τοὺς Ἕλληνας, ἐξ Αἰγύπτου παρειληφότας τὰ περὶ τοὺς ὀργιασμοὺς καὶ τὰς Διονυσιακὰς ἑορτάς, τιμᾶν τοῦτο τὸ μόριον ἔν τε τοῖς μυστηρίοις καὶ ταῖς τοῦ θεοῦ τούτου τελεταῖς τε καὶ θυσίαις, ὀνομάζοντας αὐτὸ φαλλόν.
因此,希腊人在从埃及接受了关于狂欢祭和狄俄尼索斯节日的习俗后,也在这位神明的秘仪、祭仪和祭祀中崇敬这一部位,并称其为菲勒斯。

词汇与语法注释

  1. 1.22.1διατελέσαι δὲ τὸν λοιπὸν τοῦ βίου χρόνον βασιλεύουσαν ... καὶ ... ὑπερβαλλομένην — 由连词 `δέ` 引导的动词不定式 `διατελέσαι` 是由句首 `φασι` 所支配的“对格不定式(A.C.I.)”结构的一部分。动词 `διατελέω` 带有与之在格、性、数上一致的现在分词对格 `βασιλεύουσαν` 和 `ὑπερβαλλομένην` 作为补充分词,表示“持续统治”和“持续超越”。
  2. 1.22.3κειμένην μὲν πρὸς ταῖς καλουμέναις Φίλαις, ἔχουσαν δὲ προσηγορίαν ἀπὸ τοῦ συμβεβηκότος — 两个现在分词 `κειμένην` 和 `ἔχουσαν` 均为阴性单数对格,修饰先行名词 `νῆσον`(岛屿)。短语 `ἀπὸ τοῦ συμβεβηκότος` 意为“源于发生过的事情”。
  3. 1.22.4δεικνύουσιν ἐν τῇ νήσῳ ταύτῃ διαμένοντα τόν τε τάφον ... καὶ τὰς ... χοάς — 动词 `δεικνύουσιν`(他们指出)的直接宾语是 `τόν τε τάφον`(陵墓)和 `τὰς ... χοάς`(奠酒器),而现在分词 `διαμένοντα`(残留、存续)修饰这两个名词(在性上与阳性单数的 `τάφον` 一致),作为宾语补足语,表示“指出它们仍然留存着”。
  4. 1.22.6διὰ τὸ μηδένα τῶν συνεργησάντων αὐτὸ λαβεῖν βουληθῆναι — 由前置词 `διά` 引导,后接带中性单数对格冠词的不定式 `τὸ ... βουληθῆναι` 构成的因果短语。该不定式的逻辑主语是对格的 `μηδένα τῶν συνεργησάντων`(共谋者中没有任何人),而 `αὐτό`(指代阴部)是补足不定式 `λαβεῖν`(拿取)的宾语。
  5. 1.22.6εἴδωλον αὐτοῦ κατασκευάσασαν τιμᾶν καταδεῖξαι — 不定过去时分词 `κατασκευάσασαν`(阴性单数对格)与不定式 `καταδεῖξαι`(规定、确立)的逻辑主语(即伊西斯)一致,表示其制作了奥西里斯阴部(`αὐτοῦ`)的塑像(`εἴδωλον`)。现在时不定式 `τιμᾶν`(崇拜)依赖于 `καταδεῖξαι`。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §1.22.1-1.22.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.22.1-1.22.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。