Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §1.21.1-1.21.11

奥西里斯遇害与伊西斯创立祭祀

第 22 段,共 406 段 · 希腊语

内容简介

本节叙述了奥西里斯之死的秘密如何泄漏,以及伊西斯如何通过用香料和蜡包裹尸体各部分并制成人形,将它们秘密托付给各地祭司,并通过赏赐土地来确立对奥西里斯和神圣动物的崇拜。

§1.21.1τῶν δʼ ἱερέων περὶ τῆς Ὀσίριδος τελευτῆς ἐξ ἀρχαίων ἐν ἀπορρήτοις παρειληφότων, τῷ χρόνῳ ποτὲ συνέβη διά τινων εἰς τοὺς πολλοὺς ἐξενεχθῆναι τὸ σιωπώμενον.
尽管祭司们自古以来就在秘密中接受了关于奥西里斯死去的传说,但随着时间的推移,这件一直被保持沉默的事情通过某些人泄漏给了大众。
§1.21.2φασὶ γὰρ νομίμως βασιλεύοντα τῆς Αἰγύπτου τὸν Ὄσιριν ὑπὸ Τυφῶνος ἀναιρεθῆναι τἀδελφοῦ, βιαίου καὶ ἀσεβοῦς ὄντος· ὃν διελόντα τὸ σῶμα τοῦ φονευθέντος εἰς ἓξ καὶ εἴκοσι μέρη δοῦναι τῶν συνεπιθεμένων ἑκάστῳ μερίδα, βουλόμενον πάντας μετασχεῖν τοῦ μύσους, καὶ διὰ τούτου νομίζοντα συναγωνιστὰς ἕξειν καὶ φύλακας τῆς βασιλείας βεβαίους.
因为据人们说,正当奥西里斯合法地统治埃及时,他被他那残暴且不敬神的兄弟泰丰所杀;泰丰将死者的尸体切成二十六块,分给每个共同谋反的人一份,因为他希望所有人共同承担这一罪责,并认为通过这种方式他可以获得稳固的盟友和王国的捍卫者。
§1.21.3τὴν δὲ Ἶσιν ἀδελφὴν οὖσαν Ὀσίριδος καὶ γυναῖκα μετελθεῖν τὸν φόνον, συναγωνιζομένου τοῦ παιδὸς αὐτῆς Ὥρου· ἀνελοῦσαν δὲ τὸν τυφῶνα καὶ τοὺς συμπράξαντας βασιλεῦσαι τῆς Αἰγύπτου.
而奥西里斯的妹妹兼妻子伊西斯在儿子荷鲁斯的协助下,为这一谋杀进行了复仇;在杀死了泰丰和他的同谋者之后,她统治了埃及。
§1.21.4γενέσθαι δὲ τὴν μάχην παρὰ τὸν ποταμὸν πλησίον τῆς νῦν Ἀνταίου κώμης καλουμένης, ἣν κεῖσθαι μὲν λέγουσιν ἐν τῷ κατὰ τὴν Ἀραβίαν μέρει, τὴν προσηγορίαν δʼ ἔχειν ἀπὸ τοῦ κολασθέντος ὑφʼ Ἡρακλέους Ἀνταίου, τοῦ κατὰ τὴν Ὀσίριδος ἡλικίαν γενομένου.
这场战斗发生在一条河边,靠近现在被称为安泰俄斯村的地方,据说该村位于阿拉伯那一侧,其名字源于被赫拉克勒斯惩罚的安泰俄斯,他与奥西里斯生活在同一个时代。
§1.21.5τὴν δʼ οὖν Ἶσιν πάντα τὰ μέρη τοῦ σώματος πλὴν τῶν αἰδοίων ἀνευρεῖν· βουλομένην δὲ τὴν τἀνδρὸς ταφὴν ἄδηλον ποιῆσαι καὶ τιμωμένην παρὰ πᾶσι τοῖς τὴν Αἴγυπτον κατοικοῦσι, συντελέσαι τὸ δόξαν τοιῷδέ τινι τρόπῳ. ἑκάστῳ τῶν μερῶν περιπλάσαι λέγουσιν αὐτὴν τύπον ἀνθρωποειδῆ, παραπλήσιον Ὀσίριδι τὸ μέγεθος, ἐξ ἀρωμάτων καὶ κηροῦ·
无论如何,伊西斯找到了除阴部以外的尸体所有部分;她希望使丈夫的葬地不为人知,却又受到所有居住在埃及的人的崇敬,于是她用以下的方式达成了这一心愿:据说她用香料和蜡,在每一个部分周围塑造了一个大小接近奥西里斯的人形像。
§1.21.6εἰσκαλεσαμένην δὲ κατὰ γένη τῶν ἱερέων ἐξορκίσαι πάντας μηδενὶ δηλώσειν τὴν δοθησομένην αὐτοῖς πίστιν, κατʼ ἰδίαν δʼ ἑκάστοις εἰπεῖν ὅτι μόνοις ἐκείνοις παρατίθεται τὴν τοῦ σώματος ταφήν, καὶ τῶν εὐεργεσιῶν ὑπομνήσασαν παρακαλέσαι θάψαντας ἐν τοῖς ἰδίοις τόποις τὸ σῶμα τιμᾶν ὡς θεὸν τὸν Ὄσιριν, καθιερῶσαι δὲ καὶ τῶν γινομένων παρʼ αὐτοῖς ζῴων ἓν ὁποῖον ἂν βουληθῶσι, καὶ τοῦτʼ ἐν μὲν τῷ ζῆν τιμᾶν, καθάπερ καὶ πρότερον τὸν Ὄσιριν, μετὰ δὲ τὴν τελευτὴν τῆς ὁμοίας ἐκείνῳ κηδείας ἀξιοῦν.
接着,她按祭司的等级召见他们,让他们所有人宣誓绝不向任何人泄露将要托付给他们的誓言,并私下对每组祭司说,她只将尸体的埋葬托付给他们;她提醒他们奥西里斯的恩惠,并劝告他们在自己的领地内埋葬尸体,将奥西里斯作为神明来崇敬,同时神圣化他们当中所产的任何一种他们想要的动物,在它活着的时候像以前崇敬奥西里斯一样崇敬它,而在它死后,给予它与他相似的葬礼。
§1.21.7βουλομένην δὲ τὴν Ἶσιν καὶ τῷ λυσιτελεῖ προτρέψασθαι τοὺς ἱερεῖς ἐπὶ τὰς προειρημένας τιμάς, τὸ τρίτον μέρος τῆς χώρας αὐτοῖς δοῦναι πρὸς τὰς τῶν θεῶν θεραπείας τε καὶ λειτουργίας.
伊西斯还希望通过利益来促使祭司们进行上述的崇敬,于是将土地的三分之一赐予他们,用于对神明的侍奉和祭祀。
§1.21.8τοὺς δʼ ἱερεῖς λέγεται, μνημονεύοντας τῶν Ὀσίριδος εὐεργεσιῶν καὶ τῇ παρακαλούσῃ βουλομένους χαρίζεσθαι, πρὸς δὲ τούτοις τῷ λυσιτελεῖ προκληθέντας, §1.21.9πάντα πρᾶξαι κατὰ τὴν Ἴσιδος ὑποθήκην.
而祭司们,记着奥西里斯的恩惠,并希望取悦恳求他们的伊西斯,再加上受到利益的驱使,据说按照伊西斯的嘱托完成了一切。
διὸ καὶ μέχρι τοῦ νῦν ἑκάστους τῶν ἱερέων ὑπολαμβάνειν παρʼ ἑαυτοῖς τεθάφθαι τὸν Ὄσιριν, καὶ τά τε ἐξ ἀρχῆς καθιερωθέντα ζῷα τιμᾶν, καὶ τελευτησάντων αὐτῶν ἐν ταῖς ταφαῖς ἀνανεοῦσθαι τὸ τοῦ Ὀσίριδος πένθος.
因此,直到今天,各派祭司都认为奥西里斯埋葬在他们自己的地方,并崇敬最初被神圣化的动物,在它们死后,在葬礼中重新唤起对奥西里斯的哀悼。
§1.21.10τοὺς δὲ ταύρους τοὺς ἱερούς, τόν τε ὀνομαζόμενον Ἆπιν καὶ τὸν Μνεῦιν, Ὀσίριδι καθιερωθῆναι, καὶ τούτους σέβεσθαι καθάπερ θεοὺς κοινῇ καταδειχθῆναι πᾶσιν Αἰγυπτίοις·
此外,神圣的公牛——那被称为阿皮斯和姆涅乌伊斯的公牛——被神圣化献给奥西里斯,并且全体埃及人被共同规定要像崇敬神明一样崇敬它们。
§1.21.11ταῦτα γὰρ τὰ ζῷα τοῖς εὑροῦσι τὸν τοῦ σίτου καρπὸν συνεργῆσαι μάλιστα πρός τε τὸν σπόρον καὶ τὰς κοινὰς ἁπάντων ἐκ τῆς γεωργίας ὠφελείας.
因为这些动物在播种以及农业给所有人带来的共同利益中,对发现谷物果实的人们提供了最大的帮助。

词汇与语法注释

  1. §1.21.1τῶν δʼ ἱερέων... παρειληφότων — 属格绝对结构(genitive absolute),在此带有让步语气(“尽管祭司们已经接受了……”),修饰主句。
  2. §1.21.2ὃν διελόντα — 关系代名词 ὅς 的宾格 ὅν 置于句首,指代先行词奥西里斯,起到连接性关系词的作用,类似于拉丁语中的关系词连接(nexus relativus)。
  3. §1.21.5συντελέσαι τὸ δόξαν — 是非人称动词 δοκεῖ 的中性单数宾格分词,作名词性使用,意为“所决定之事”或“其意图”,作为 συντελέσαι 的直接宾语。
  4. §1.21.6μηδενὶ δηλώσειν τὴν δοθησομένην αὐτοῖς πίστιν — 未来不定式 δηλώσειν 的逻辑主语被省略,指代祭司们。此处 πίστιν, 具有“受托之秘密”、“信义”或“誓言”的含义。
  5. §1.21.8τοὺς δʼ ἱερεῖς λέγεται... πάντα πρᾶξαι — 动词 λέγεται(据说)通常采用人称结构(主格加不定式)或非人称结构。此处,宾格主语 τοὺς δʼ ἱερεῖς 与不定式 πρᾶξαι(在 §1.21.9 中)构成了宾格与不定式结构(A.c.I.),隶属于非人称的 λέγεται。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §1.21.1-1.21.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.21.1-1.21.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。