Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §1.22.1-1.22.7

イシスの死と埋葬地をめぐる異説

23 / 406 箇所 · ギリシア語

要旨

イシスの統治、その死とメンフィスへの埋葬、オシリスのもう一つの埋葬地とされるフィラエの島、およびオシリスの陰部(ファロス)崇拝の起源について語られる。

§1.22.1τὴν δὲ Ἶσίν φασι μετὰ τὴν Ὀσίριδος τελευτὴν ὀμόσαι μηδενὸς ἀνδρὸς ἔτι συνουσίαν προσδέξεσθαι, διατελέσαι δὲ τὸν λοιπὸν τοῦ βίου χρόνον βασιλεύουσαν νομιμώτατα καὶ ταῖς εἰς τοὺς ἀρχομένους εὐεργεσίαις ἅπαντας ὑπερβαλλομένην.
また、イシスはオシリスの死後、いかなる男との交わりももはや受け入れないと誓い、残りの生涯を極めて法に則って統治し、被支配者たちへの数々の恩恵においてすべての人を凌駕しながら過ごしたと言われている。
§1.22.2ὁμοίως δὲ καὶ ταύτην μεταστᾶσαν ἐξ ἀνθρώπων τυχεῖν ἀθανάτων τιμῶν καὶ ταφῆναι κατὰ τὴν Μέμφιν, ὅπου δείκνυται μέχρι τοῦ νῦν ὁ σηκός, ὑπάρχων ἐν τῷ τεμένει τοῦ Ἡφαίστου.
同様に彼女もまた人間から去ったのち、不滅の誉れを授かり、メンフィスに葬られたと言われている。 そこには今日まで彼女の祠が示されており、それはヘパイストスの聖域の中に存在している。
§1.22.3ἔνιοι δέ φασιν οὐκ ἐν Μέμφει κεῖσθαι τὰ σώματα τούτων τῶν θεῶν, ἀλλʼ ἐπὶ τῶν ὅρων τῆς Αἰθιοπίας καὶ τῆς Αἰγύπτου κατὰ τὴν ἐν τῷ Νείλῳ νῆσον, κειμένην μὲν πρὸς ταῖς καλουμέναις Φίλαις, ἔχουσαν δὲ προσηγορίαν ἀπὸ τοῦ συμβεβηκότος ἱεροῦ πεδίου.
しかし、これら神々の遺体はメンフィスではなく、エチオピアとエジプトの国境地帯にあるナイル川の島、すなわちいわゆるフィラエの近くに位置し、そこから生じた出来事にちなんで「聖なる平野」という名を持つ島に横たわっていると主張する者もいる。
§1.22.4σημεῖα δὲ τούτου δεικνύουσιν ἐν τῇ νήσῳ ταύτῃ διαμένοντα τόν τε τάφον τὸν κατεσκευασμένον Ὀσίριδι, κοινῇ τιμώμενον ὑπὸ τῶν κατʼ Αἴγυπτον ἱερέων, καὶ τὰς περὶ τοῦτον κειμένας ἑξήκοντα καὶ τριακοσίας χοάς·
そして、彼らはこのことの証拠として、この島に今なお残る、エジプト中の神官たちに共同で崇められているオシリスのために築かれた墓と、その周囲に置かれた360個の献酒用の器を示している。
§1.22.5ταύτας γὰρ καθʼ ἑκάστην ἡμέραν γάλακτος πληροῦν τοὺς πρὸς τούτοις ταχθέντας ἱερεῖς, καὶ θρηνεῖν ἀνακαλουμένους τὰ τῶν θεῶν ὀνόματα.
というのも、これらに任命された神官たちが、毎日これらの容器を乳で満たし、神々の名を呼び上げながら哀悼の歌をうたうからである。
§1.22.6διὰ ταύτην δὲ τὴν αἰτίαν καὶ τὴν νῆσον ταύτην ἄβατον εἶναι τοῖς παριοῦσι. καὶ πάντας τοὺς τὴν Θηβαΐδα κατοικοῦντας, ἥπερ ἐστὶν ἀρχαιοτάτη τῆς Αἰγύπτου, μέγιστον ὅρκον κρίνειν, ὅταν τις τὸν Ὄσιριν τὸν ἐν Φίλαις κείμενον ὀμόσῃ.
この理由から、この島は立ち入る人々にとって近づきがたい場所となっており、エジプトで最も古い地であるテバイスに住むすべての者が、誰かがフィラエに横たわるオシリスにかけて誓うとき、それを最大の誓いとみなすのである。
τὰ μὲν οὖν ἀνευρεθέντα τοῦ Ὀσίριδος μέρη ταφῆς ἀξιωθῆναί φασι τὸν εἰρημένον τρόπον, τὸ δὲ αἰδοῖον ὑπὸ μὲν Τυφῶνος εἰς τὸν ποταμὸν ῥιφῆναι λέγουσι διὰ τὸ μηδένα τῶν συνεργησάντων αὐτὸ λαβεῖν βουληθῆναι, ὑπὸ δὲ τῆς Ἴσιδος οὐδὲν ἧττον τῶν ἄλλων ἀξιωθῆναι τιμῶν ἰσοθέων·
さて、発見されたオシリスの遺体の各部分は前述の方法で埋葬されるに値したと彼らは言い、一方、陰部は、共謀者の誰一人としてそれを受け取ることを望まなかったために、テュポンによって川に投げ捨てられたと言われている。 しかしイシスによって、他の部分に劣らず神に等しい誉れを与えられるにふさわしいとされた。
ἔν τε γὰρ τοῖς ἱεροῖς εἴδωλον αὐτοῦ κατασκευάσασαν τιμᾶν καταδεῖξαι καὶ κατὰ τὰς τελετὰς καὶ τὰς θυσίας τὰς τῷ θεῷ τούτῳ γινομένας ἐντιμότατον ποιῆσαι καὶ πλείστου σεβασμοῦ τυγχάνειν.
というのも、彼女は神殿の中にその像を作って崇拝することを定め、この神のために行われる秘儀や生贄において、それを最も名誉あるものとし、最大の崇敬を受けるようにしたからである。
§1.22.7διὸ καὶ τοὺς Ἕλληνας, ἐξ Αἰγύπτου παρειληφότας τὰ περὶ τοὺς ὀργιασμοὺς καὶ τὰς Διονυσιακὰς ἑορτάς, τιμᾶν τοῦτο τὸ μόριον ἔν τε τοῖς μυστηρίοις καὶ ταῖς τοῦ θεοῦ τούτου τελεταῖς τε καὶ θυσίαις, ὀνομάζοντας αὐτὸ φαλλόν.
それゆえギリシア人たちも、エジプトから密儀やディオニュソス祭に関する事柄を受け継ぎ、神秘の儀式やこの神の祭儀および生贄において、この部位をファロスと呼びながら崇めているのである。

語釈・文法注

  1. 1.22.1διατελέσαι δὲ τὸν λοιπὸν τοῦ βίου χρόνον βασιλεύουσαν ... καὶ ... ὑπερβαλλομένην — 接続詞 `δέ` に導かれる不定詞 `διατελέσαι` は、文頭の `φασι` に支配される対格不定詞構文(A.C.I.)の一部である。動詞 `διατελέω` は、それに一致する対格の現在分詞 `βασιλεύουσαν`(統治しながら)および `ὑπερβαλλομένην`(凌駕しながら)を補語として取り、「〜し続けた」という意味を表す。
  2. 1.22.3κειμένην μὲν πρὸς ταῖς καλουμέναις Φίλαις, ἔχουσαν δὲ προσηγορίαν ἀπὸ τοῦ συμβεβηκότος — 二つの現在分詞 `κειμένην` と `ἔχουσαν` は、ともに対格・女性・単数で、先行する名詞 `νῆσον`(島)を修飾している。`ἀπὸ τοῦ συμβεβηκότος` は「起こった出来事に由来して」を意味する。
  3. 1.22.4δεικνύουσιν ἐν τῇ νήσῳ ταύτῃ διαμένοντα τόν τε τάφον ... καὶ τὰς ... χοάς — 動詞 `δεικνύουσιν`(彼らは示す)の直接目的語は `τόν τε τάφον`(墓)と `τὰς ... χοάς`(献酒用の器)であり、現在分詞 `διαμένοντα`(残っている、存続している)は、これら二つの名詞(うち男性単数の `τάφον` に性が一致している)に係り、目的格補語として「〜が残っているのを示す」という関係を表している。
  4. 1.22.6διὰ τὸ μηδένα τῶν συνεργησάντων αὐτὸ λαβεῖν βουληθῆναι — 前置詞 `διά` の後に、中性単数対格の冠詞が付いた不定詞 `τὸ ... βουληθῆναι` が続く因果の表現。不定詞の意味上の主語は、対格の `μηδένα τῶν συνεργησάντων`(共謀者の誰も〜ない)であり、`αὐτό`(それ=陰部)は不定詞 `λαβεῖν`(受け取る)の目的語である。
  5. 1.22.6εἴδωλον αὐτοῦ κατασκευάσασαν τιμᾶν καταδεῖξαι — アオリスト分詞 `κατασκευάσασαν`(女性・単数・対格)は、オシリスの陰部(`αὐτοῦ`)の像(`εἴδωλον`)を作った「イシス」に一致し、不定詞 `καταδεῖξαι`(制定した、定めた)の意味上の主語に係る。`τιμᾶν` は「崇拝すること」を表す不定詞。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §1.22.1-1.22.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.22.1-1.22.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。