§1.21.1τῶν δʼ ἱερέων περὶ τῆς Ὀσίριδος τελευτῆς ἐξ ἀρχαίων ἐν ἀπορρήτοις παρειληφότων, τῷ χρόνῳ ποτὲ συνέβη διά τινων εἰς τοὺς πολλοὺς ἐξενεχθῆναι τὸ σιωπώμενον.
しかし、神官たちがオシリスの死に関して古くから秘儀の中に受け継いできたものの、時が経つにつれて、ある人々を通じてその沈黙されていたことが大衆に漏洩する事態が生じた。
§1.21.2φασὶ γὰρ νομίμως βασιλεύοντα τῆς Αἰγύπτου τὸν Ὄσιριν ὑπὸ Τυφῶνος ἀναιρεθῆναι τἀδελφοῦ, βιαίου καὶ ἀσεβοῦς ὄντος·
というのも、彼らが言うには、エジプトを合法的に統治していたオシリスが、乱暴で不信心な兄弟テュポンによって殺害されたからである。
ὃν διελόντα τὸ σῶμα τοῦ φονευθέντος εἰς ἓξ καὶ εἴκοσι μέρη δοῦναι τῶν συνεπιθεμένων ἑκάστῳ μερίδα, βουλόμενον πάντας μετασχεῖν τοῦ μύσους, καὶ διὰ τούτου νομίζοντα συναγωνιστὰς ἕξειν καὶ φύλακας τῆς βασιλείας βεβαίους.
テュポンは、殺害された者の遺体を26の部分に切り分け、共謀者たちのそれぞれに分け前を与えた。 それは全員をその穢れに連座させ、これによって自らの王権の確実な共闘者および擁護者を得られると考えたからであった。
§1.21.3τὴν δὲ Ἶσιν ἀδελφὴν οὖσαν Ὀσίριδος καὶ γυναῖκα μετελθεῖν τὸν φόνον, συναγωνιζομένου τοῦ παιδὸς αὐτῆς Ὥρου· ἀνελοῦσαν δὲ τὸν τυφῶνα καὶ τοὺς συμπράξαντας βασιλεῦσαι τῆς Αἰγύπτου.
一方、オシリスの妹であり妻でもあるイシスは、息子のホルスが共闘する中で、その殺害の復讐を遂げ、テュポンと共謀者たちを滅ぼしてエジプトを統治した。
§1.21.4γενέσθαι δὲ τὴν μάχην παρὰ τὸν ποταμὸν πλησίον τῆς νῦν Ἀνταίου κώμης καλουμένης, ἣν κεῖσθαι μὲν λέγουσιν ἐν τῷ κατὰ τὴν Ἀραβίαν μέρει, τὴν προσηγορίαν δʼ ἔχειν ἀπὸ τοῦ κολασθέντος ὑφʼ Ἡρακλέους Ἀνταίου, τοῦ κατὰ τὴν Ὀσίριδος ἡλικίαν γενομένου.
戦いは現在のアンタイオスの村と呼ばれる場所の近くの川沿いで起こったが、この村はアラビア側の地域に位置すると言われており、その名称はヘラクレスによって懲らしめられたアンタイオスに由来し、彼はオシリスと同時代に生きていた者である。
§1.21.5τὴν δʼ οὖν Ἶσιν πάντα τὰ μέρη τοῦ σώματος πλὴν τῶν αἰδοίων ἀνευρεῖν·
いずれにせよイシスは、陰部を除く遺体のすべての部分を発見した。
βουλομένην δὲ τὴν τἀνδρὸς ταφὴν ἄδηλον ποιῆσαι καὶ τιμωμένην παρὰ πᾶσι τοῖς τὴν Αἴγυπτον κατοικοῦσι, συντελέσαι τὸ δόξαν τοιῷδέ τινι τρόπῳ.
そして、夫の埋葬地を誰もわからないようにしつつ、エジプトに住むすべての人々から敬われるようにしたいと望み、自らの決意を次のような方法で実行した。
ἑκάστῳ τῶν μερῶν περιπλάσαι λέγουσιν αὐτὴν τύπον ἀνθρωποειδῆ, παραπλήσιον Ὀσίριδι τὸ μέγεθος, ἐξ ἀρωμάτων καὶ κηροῦ·
すなわち、彼女はそれぞれの部分の周りに、香料と蝋を用いて、オシリスに大きさの似た人間の形の像を形作ったと言われている。
§1.21.6εἰσκαλεσαμένην δὲ κατὰ γένη τῶν ἱερέων ἐξορκίσαι πάντας μηδενὶ δηλώσειν τὴν δοθησομένην αὐτοῖς πίστιν, κατʼ ἰδίαν δʼ ἑκάστοις εἰπεῖν ὅτι μόνοις ἐκείνοις παρατίθεται τὴν τοῦ σώματος ταφήν, καὶ τῶν εὐεργεσιῶν ὑπομνήσασαν παρακαλέσαι θάψαντας ἐν τοῖς ἰδίοις τόποις τὸ σῶμα τιμᾶν ὡς θεὸν τὸν Ὄσιριν, καθιερῶσαι δὲ καὶ τῶν γινομένων παρʼ αὐτοῖς ζῴων ἓν ὁποῖον ἂν βουληθῶσι, καὶ τοῦτʼ ἐν μὲν τῷ ζῆν τιμᾶν, καθάπερ καὶ πρότερον τὸν Ὄσιριν, μετὰ δὲ τὴν τελευτὴν τῆς ὁμοίας ἐκείνῳ κηδείας ἀξιοῦν.
そして、神官たちを系統ごとに呼び出し、彼らに与えられるべき誓いを誰にも漏らさないよう全員に誓わせ、個別に彼らのそれぞれに対し、彼らだけに遺体の埋葬を委ねるのだと告げた。 また、数々の恩恵を思い出させ、自分たちの土地に遺体を埋葬してオシリスを神として崇めるよう懇願した。 さらに、彼らの土地に産する動物の中からどれでも望むものを一つ神聖なものとして捧げ、生きている間は、以前オシリスを崇めたようにそれを崇め、死後は彼と同様の葬儀をもって葬るよう求めた。
§1.21.7βουλομένην δὲ τὴν Ἶσιν καὶ τῷ λυσιτελεῖ προτρέψασθαι τοὺς ἱερεῖς ἐπὶ τὰς προειρημένας τιμάς, τὸ τρίτον μέρος τῆς χώρας αὐτοῖς δοῦναι πρὸς τὰς τῶν θεῶν θεραπείας τε καὶ λειτουργίας.
またイシスは、神官たちに利益によっても前述の崇拝へと促そうと望み、神々への奉仕と崇拝のために土地の 3分の1を神官たちに与えた。
§1.21.8τοὺς δʼ ἱερεῖς λέγεται, μνημονεύοντας τῶν Ὀσίριδος εὐεργεσιῶν καὶ τῇ παρακαλούσῃ βουλομένους χαρίζεσθαι, πρὸς δὲ τούτοις τῷ λυσιτελεῖ προκληθέντας, §1.21.9πάντα πρᾶξαι κατὰ τὴν Ἴσιδος ὑποθήκην.
神官たちは、オシリスの恩恵を記憶し、懇願する彼女に報いたいと望み、さらにその上、利益に惹きつけられたため、イシスの勧告に従ってすべてを行ったと言われている。
διὸ καὶ μέχρι τοῦ νῦν ἑκάστους τῶν ἱερέων ὑπολαμβάνειν παρʼ ἑαυτοῖς τεθάφθαι τὸν Ὄσιριν, καὶ τά τε ἐξ ἀρχῆς καθιερωθέντα ζῷα τιμᾶν, καὶ τελευτησάντων αὐτῶν ἐν ταῖς ταφαῖς ἀνανεοῦσθαι τὸ τοῦ Ὀσίριδος πένθος.
そのため今日に至るまで、神官たちのそれぞれが自分のところにオシリスが埋葬されていると考えており、また最初に神聖化された動物たちを崇め、それらが死んだときには葬儀においてオシリスの喪を新たにするのである。
§1.21.10τοὺς δὲ ταύρους τοὺς ἱερούς, τόν τε ὀνομαζόμενον Ἆπιν καὶ τὸν Μνεῦιν, Ὀσίριδι καθιερωθῆναι, καὶ τούτους σέβεσθαι καθάπερ θεοὺς κοινῇ καταδειχθῆναι πᾶσιν Αἰγυπτίοις·
また神聖な牡牛たち、すなわちアピスと呼ばれるものとムネウイスと呼ばれるものは、オシリスに捧げられ、これらを神々として崇めることがすべてのエジプト人に共同で定められた。
§1.21.11ταῦτα γὰρ τὰ ζῷα τοῖς εὑροῦσι τὸν τοῦ σίτου καρπὸν συνεργῆσαι μάλιστα πρός τε τὸν σπόρον καὶ τὰς κοινὰς ἁπάντων ἐκ τῆς γεωργίας ὠφελείας.
なぜなら、これらの動物は、穀物の果実を発見した者たちに対して、播種や農業から生じる万人の共通の利益に最も大きく貢献したからである。