§1.13.1ἄλλους δʼ ἐκ τούτων ἐπιγείους γενέσθαι φασίν, ὑπάρξαντας μὲν θνητούς, διὰ δὲ σύνεσιν καὶ κοινὴν ἀνθρώπων εὐεργεσίαν τετευχότας τῆς ἀθανασίας, ὧν ἐνίους καὶ βασιλεῖς γεγονέναι κατὰ τὴν Αἴγυπτον.
ἄλλους δʼ ἐκ τούτων ἐπιγείους γενέσθαι φασίν, ὑπάρξαντας μὲν θνητούς, διὰ δὲ σύνεσιν καὶ κοινὴν ἀνθρώπων εὐεργεσίαν τετευχότας τῆς ἀθανασίας, ὧν ἐνίους καὶ βασιλεῖς γεγονέναι κατὰ τὴν Αἴγυπτον. 据说,从这些神明中还诞生了其他地上的神明,他们原本是凡人,但因其智慧和对人类的共同恩惠而获得了不朽,其中一些人还在埃及当了国王。
§1.13.2μεθερμηνευομένων δʼ αὐτῶν τινὰς μὲν ὁμωνύμους ὑπάρχειν τοῖς οὐρανίοις, τινὰς δʼ ἰδίαν ἐσχηκέναι προσηγορίαν, Ἥλιόν τε καὶ Κρόνον καὶ Ῥέαν, ἔτι δὲ Δία τὸν ὑπό τινων Ἄμμωνα προσαγορευόμενον, πρὸς δὲ τούτοις Ἥραν καὶ Ἥφαιστον, ἔτι δʼ Ἑστίαν καὶ τελευταῖον Ἑρμῆν.
将他们的名字翻译过来,有些与天上的神明同名,有些则拥有独特的称呼,即赫利俄斯、克罗诺斯、瑞亚,还有被一些人称为阿蒙的宙斯,此外还有赫拉、赫菲斯托斯,以及赫斯提亚,最后是赫尔墨斯。
καὶ πρῶτον μὲν Ἥλιον βασιλεῦσαι τῶν κατʼ Αἴγυπτον, ὁμώνυμον ὄντα τῷ κατʼ οὐρανὸν ἄστρῳ.
据说,首先统治埃及的是赫利俄斯,他与天上的星辰同名。
§1.13.3ἔνιοι δὲ τῶν ἱερέων φασὶ πρῶτον Ἥφαιστον βασιλεῦσαι, πυρὸς εὑρετὴν γενόμενον καὶ διὰ τὴν εὐχρηστίαν ταύτην τυχόντα τῆς ἡγεμονίας·
但某些祭司说,首位统治者是赫菲斯托斯,因为他发现了火,并因这一实用价值而获得了统治权。
γενομένου γὰρ ἐν τοῖς ὄρεσι κεραυνοβόλου δένδρου καὶ τῆς πλησίον ὕλης καομένης προσελθόντα τὸν Ἥφαιστον κατὰ τὴν χειμέριον ὥραν ἡσθῆναι διαφερόντως ἐπὶ τῇ θερμασίᾳ, λήγοντος δὲ τοῦ πυρὸς ἀεὶ τῆς ὕλης ἐπιβάλλειν, καὶ τούτῳ τῷ τρόπῳ διατηροῦντα τὸ πῦρ προκαλεῖσθαι τοὺς ἄλλους ἀνθρώπους πρὸς τὴν ἐξ αὐτοῦ γινομένην εὐχρηστίαν.
因为当时山中有一棵树被雷电击中,附近的森林燃烧起来,赫菲斯托斯走上前去,在寒冬时节,他对这股温暖感到无比喜悦;当火势渐弱时,他便不断往里添加木柴,并以这种方式保存了火种,引导其他人类去利用火所带来的便利。
§1.13.4μετὰ δὲ ταῦτα τὸν Κρόνον ἄρξαι, καὶ γήμαντα τὴν ἀδελφὴν Ῥέαν γεννῆσαι κατὰ μέν τινας τῶν μυθολόγων Ὄσιριν καὶ Ἶσιν, κατὰ δὲ τοὺς πλείστους Δία τε καὶ Ἥραν, οὓς διʼ ἀρετὴν βασιλεῦσαι τοῦ σύμπαντος κόσμου.
在此之后,克罗诺斯开始统治,他娶了妹妹瑞亚,根据某些神话学者的说法,他们生下了奥西里斯和伊西斯,而根据大多数人的说法,则是生下了宙斯和赫拉,后者因其美德而统治了整个世界。
ἐκ δὲ τούτων γενέσθαι πέντε θεούς, καθʼ ἑκάστην τῶν ἐπαγομένων παρʼ Αἰγυπτίοις πένθʼ ἡμερῶν ἑνὸς γεννηθέντος· ὀνόματα δὲ ὑπάρξαι τοῖς τεκνωθεῖσιν Ὄσιριν καὶ Ἶσιν, ἔτι δὲ Τυφῶνα καὶ Ἀπόλλωνα καὶ Ἀφροδίτην·
从他们那里诞生了五位神明,是在埃及人添加的五个闰日里每天诞生一个;新生的孩子名字是奥西里斯和伊西斯,此外还有堤丰、阿波罗和阿芙洛狄忒。
§1.13.5καὶ τὸν μὲν Ὄσιριν μεθερμηνευόμενον εἶναι Διόνυσον, τὴν δὲ Ἶσιν ἔγγιστά πως Δήμητραν.
奥西里斯翻译过来就是狄奥尼索斯,而伊西斯极其接近德墨忒尔。
ταύτην δὲ γήμαντα τὸν Ὄσιριν καὶ τὴν βασιλείαν διαδεξάμενον πολλὰ πρᾶξαι πρὸς εὐεργεσίαν τοῦ κοινοῦ βίου.
娶了她并继承了王位的奥西里斯,为共同生活的福祉做了许多事情。