Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §1.12.1-1.12.10

五大元素的神化及其与希腊诸神的对应

第 13 段,共 406 段 · 希腊语

内容简介

本章节解释了古代埃及人如何根据五大主要元素(气息、火、大地、湿润和空气)的物理性质和词源,将其与相对应的希腊神明(宙斯、赫菲斯托斯、德墨忒尔、俄刻阿诺斯、阿特娜)相联系,并引用荷马史诗讨论了众神巡游人间的神话背景。

§1.12.1τούτων δʼ ἕκαστον θεὸν νομίσαι καὶ προσηγορίαν ἰδίαν ἑκάστῳ θεῖναι κατὰ τὸ οἰκεῖον τοὺς πρώτους διαλέκτῳ χρησαμένους διηρθρωμένῃ τῶν κατʼ Αἴγυπτον ἀνθρώπων.
据说,在埃及人中最早使用分节语言的人,根据各元素的本性,将这之中的每一个都视为神,并为每一个赋予了特殊的称呼。
§1.12.2τὸ μὲν οὖν πνεῦμα Δία προσαγορεῦσαι μεθερμηνευομένης τῆς λέξεως, ὃν αἴτιον ὄντα τοῦ ψυχικοῦ τοῖς ζῴοις ἐνόμισαν ὑπάρχειν πάντων οἱονεί τινα πατέρα.
因此,他们将气息称为“宙斯”(当词语被翻译过来时),他们认为他是动物生命力的原因,因而仿佛是万物的父亲。
συμφωνεῖν δὲ τούτοις φασὶ καὶ τὸν ἐπιφανέστατον τῶν παρʼ Ἕλλησι ποιητῶν ἐπὶ τοῦ θεοῦ τούτου λέγοντα "πατὴρ ἀνδρῶν τε θεῶν τε.
他们说,希腊人中最著名的诗人也在此事上与他们相一致,在谈到这位神明时说: “人类与众神之父。
" §1.12.3τὸ δὲ πῦρ μεθερμηνευόμενον Ἥφαιστον ὀνομάσαι, νομίσαντας μέγαν εἶναι θεὸν καὶ πολλὰ συμβάλλεσθαι πᾶσιν εἰς γένεσίν τε καὶ τελείαν αὔξησιν.
” 他们将火翻译并命名为“赫菲斯托斯”,认为他是一位伟大的神,并为万物的诞生和完整成长贡献良多。
§1.12.4τὴν δὲ γῆν ὥσπερ ἀγγεῖόν τι τῶν φυομένων ὑπολαμβάνοντας μητέρα προσαγορεῦσαι· καὶ τοὺς Ἕλληνας δὲ ταύτην παραπλησίως Δήμητραν καλεῖν, βραχὺ μετατεθείσης διὰ τὸν χρόνον τῆς λέξεως·
他们将大地视为生长之物的容器,称其为“母亲”;而希腊人也以类似的方式称其为“德墨忒尔”,只是由于时间的推移,词语发生了轻微的变化。
τὸ γὰρ παλαιὸν ὀνομάζεσθαι γῆν μητέρα, καθάπερ καὶ τὸν Ὀρφέα προσμαρτυρεῖν λέγοντα "γῆ μήτηρ πάντων, Δημήτηρ πλουτοδότειρα.
因为在古时候,她被称为“大地母亲”,正如奥菲斯也为此作证说: “万物之母大地,赐予财富的德墨忒尔。
" §1.12.5τὸ δʼ ὑγρὸν ὀνομάσαι λέγουσι τοὺς παλαιοὺς Ὠκεάνην, ὃ μεθερμηνευόμενον μὲν εἶναι τροφὴν μητέρα, παρʼ ἐνίοις δὲ τῶν Ἑλλήνων Ὠκεανὸν ὑπάρχειν ὑπειλῆφθαι, περὶ οὗ καὶ τὸν ποιητὴν λέγειν "ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν.
” 他们说,古人将湿润的元素命名为“奥克阿内”,翻译过来就是“养育的母亲”,但在某些希腊人中,这被设想为“俄刻阿诺斯”的存在,关于他,诗人也说: “众神之源俄刻阿诺斯与母亲特堤斯。
" §1.12.6οἱ γὰρ Αἰγύπτιοι νομίζουσιν Ὠκεανὸν εἶναι τὸν παρʼ αὐτοῖς ποταμὸν Νεῖλον, πρὸς ᾧ καὶ τὰς τῶν θεῶν γενέσεις ὑπάρξαι· τῆς γὰρ πάσης οἰκουμένης κατὰ μόνην τὴν Αἴγυπτον εἶναι πόλεις πολλὰς ὑπὸ τῶν ἀρχαίων θεῶν ἐκτισμένας, οἷον Διός, Ἡλίου, Ἑρμοῦ, Ἀπόλλωνος, Πανός, Εἰλειθυίας, ἄλλων πλειόνων.
” 因为埃及人认为,流经他们那里的尼罗河就是俄刻阿诺斯,众神的诞生也发生在这条河畔;因为在整个有人居住的世界中,唯独在埃及有许多由古代神明建立的城市,例如宙斯、赫利俄斯、赫尔墨斯、阿波罗、潘、埃勒堤亚及其他许多神明的城市。
§1.12.7τὸν δʼ ἀέρα προσαγορεῦσαί φασιν Ἀθηνᾶν μεθερμηνευομένης τῆς λέξεως, καὶ Διὸς θυγατέρα νομίσαι ταύτην, καὶ παρθένον ὑποστήσασθαι διά τε τὸ ἄφθορον εἶναι φύσει τὸν ἀέρα καὶ τὸν ἀκρότατον ἐπέχειν τόπον τοῦ σύμπαντος κόσμου· διόπερ ἐκ τῆς κορυφῆς τοῦ Διὸς μυθολογηθῆναι ταύτην γενέσθαι.
他们还说,他们将空气称为“阿特娜”(当词语被翻译过来时),并认为她是宙斯的女儿,且将她设定为处女,这既是因为空气在性质上是不朽的,也是因为它占据了整个宇宙的最高处;因此,在神话中她被说成是从宙斯的头顶中诞生的。
§1.12.8ὠνομάσθαι δὲ αὐτὴν Τριτογένειαν ἀπὸ τοῦ τρὶς μεταβάλλειν αὐτῆς τὴν φύσιν κατʼ ἐνιαυτόν, ἔαρος καὶ θέρους καὶ χειμῶνος.
她被命名为“特里托革尼亚”,是因为她的性质在一年之中变化三次,即春季、夏季和冬季。
λέγεσθαι δʼ αὐτὴν καὶ Γλαυκῶπιν, οὐχ ὥσπερ ἔνιοι τῶν Ἑλλήνων ὑπέλαβον, ἀπὸ τοῦ τοὺς ὀφθαλμοὺς ἔχειν γλαυκούς· τοῦτο μὲν γὰρ εὔηθες ὑπάρχειν· ἀλλʼ ἀπὸ τοῦ τὸν ἀέρα τὴν πρόσοψιν ἔχειν ἔγγλαυκον.
她也被称为“格劳科皮斯”,并非如某些希腊人所设想的那样是因为她长着青灰色的眼睛——因为这种想法是愚蠢的——而是因为空气的外观呈现出青灰色。
§1.12.9φασὶ δὲ τοὺς πέντε θεοὺς τοὺς προειρημένους πᾶσαν τὴν οἰκουμένην ἐπιπορεύεσθαι, φανταζομένους τοῖς ἀνθρώποις ἐν ἱερῶν ζῴων μορφαῖς, ἔστι δʼ ὅτε εἰς ἀνθρώπων ἰδέας ἤ τινων ἄλλων μεταβάλλοντας· καὶ τοῦτο μὴ μυθῶδες ὑπάρχειν, ἀλλὰ δυνατόν, εἴπερ οὗτοι πρὸς ἀλήθειάν εἰσιν οἱ πάντα γεννῶντες.
他们说,上述五位神明巡游整个有人居住的世界,以神圣动物的形态在人类面前显现,有时则转变为人类或某些其他事物的形象;这并非神话传说,而是有可能的,如果他们在真实中确实是生成万物者。
καὶ §1.12.10τὸν ποιητὴν δὲ εἰς Αἴγυπτον παραβαλόντα καὶ μετασχόντα παρὰ τῶν ἱερέων τῶν τοιούτων λόγων θεῖναί που κατὰ τὴν ποίησιν τὸ προειρημένον ὡς γινόμενον, "καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι παντοῖοι τελέθοντες ἐπιστρωφῶσι πόληας, ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐσορῶντες.
并且,诗人(荷马)也曾到访埃及,并从祭司那里分享了这些故事,在诗歌的某处将上述事情作为实际发生的情况写道: “神明亦化身为异国他乡的宾客,呈现出千般万般的模样,巡游于各个城邦,注视着人类的强暴与不公,以及善法与正义。
" περὶ μὲν οὖν τῶν ἐν οὐρανῷ θεῶν καὶ γένεσιν ἀίδιον ἐσχηκότων τοσαῦτα λέγουσιν Αἰγύπτιοι.
” 关于天上的神明以及拥有永恒起源的神明,埃及人就说了这么多。

词汇与语法注释

  1. 1.12.1τοὺς πρώτους διαλέκτῳ χρησαμένους διηρθρωμένῃ τῶν κατʼ Αἴγυπτον ἀνθρώπων — 间接引语中不定式 `νομίσαι` 和 `θεῖναι` 的主格(宾格主语),指埃及人中最早使用分节(有声)语言的人们。
  2. 1.12.4βραχὺ μετατεθείσης διὰ τὸν χρόνον τῆς λέξεως — 属格独立结构,解释了随着时间的推移,“Gē mētēr”(大地母亲)这一词组在语音上发生轻微变化从而演变为“Demeter”的过程。
  3. 1.12.7διά τε τὸ ἄφθορον εἶναι φύσει τὸν ἀέρα καὶ τὸν ἀκρότατον ἐπέχειν τόπον — 受介词 `διά` 支配的带冠词不定式 `τὸ εἶναι` 和 `[τὸ] ἐπέχειν` 由 `τε...καί` 并列连接。`τὸν ἀέρα` 作为这些不定式的逻辑主语(宾格)。
  4. 1.12.9εἴπερ οὗτοι πρὸς ἀλήθειάν εἰσιν οἱ πάντα γεννῶντες — 条件从句,其中 `οἱ πάντα γεννῶντες`(生成万物者)作表语。其逻辑在于:如果这些元素(神明)确实是万物生成的真正源头,那么他们化身为各种形态在物理上是完全可能的。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §1.12.1-1.12.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.12.1-1.12.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。