§17.91.1προϊόντος δὲ αὐτοῦ μετὰ τῆς δυνάμεως ἧκόν τινες ἀπαγγέλλοντες ὅτι Πῶρος ὁ βασιλεύς, ἀνεψιὸς ὢν τοῦ καταπεπολεμημένου Πώρου, τὴν βασιλείαν ἀπολιπὼν πέφευγεν εἰς τὸ τῶν Γανδαριδῶν ἔθνος.
当他率领军队前进时,有人前来报告说,国王波罗斯——即此前被征服的波罗斯的侄子——已抛弃他的王国,逃往甘达里代人的部落。
§17.91.2ὁ δὲ Ἀλέξανδρος παροξυνθεὶς Ἡφαιστίωνα μὲν ἐξέπεμψεν εἰς τὴν τούτου χώραν μετὰ δυνάμεως καὶ προσέταξε τὴν βασιλείαν παραδοῦναι τῷ μεθʼ αὑτοῦ Πώρῳ· αὐτὸς δʼ εἰς τὸ τῶν Ἀδρεστῶν καλουμένων ἔθνος στρατεύσας καὶ τῶν πόλεων ἃς μὲν βίᾳ χειρωσάμενος, ἃς δὲ πειθοῖ προσαγαγόμενος εἰς τὴν τῶν Καθαίων χώραν παρεγένετο.
亚历山大勃然大怒,派赫菲斯提翁率领军队前往该人的领地,并命令将该王国移交给与他同行的波罗斯;他自己则向被称为阿德雷斯泰的部落发起远征,在武力征服了部分城市、并劝服了其他城市后,来到了卡泰奥伊人的领土。
§17.91.3παρὰ δὲ τούτοις νόμιμον ἦν τὰς γυναῖκας τοῖς ἀνδράσι συγκατακαίεσθαι· τοῦτο δʼ ἐκυρώθη τὸ δόγμα παρὰ τοῖς βαρβάροις διὰ μίαν γυναῖκα φαρμάκοις ἀνελοῦσαν τὸν ἄνδρα.
在这些人当中,妻子与丈夫一同火葬殉死是一项传统;这一法令和规章在异民族中得以确立,是因为曾有一名妇女用毒药杀害了她的丈夫。
§17.91.4ὁ δʼ οὖν βασιλεὺς τὴν μεγίστην καὶ ὀχυρωτάτην πόλιν μετὰ πολλῶν κινδύνων ἐκπολιορκήσας ἐνέπρησεν.
无论如何,国王历经重重危险,围攻并攻陷了他们最大且最坚固的城市,并放火焚烧。
ἄλλην δʼ ἀξιόλογον πολιορκοῦντος αὐτοῦ καὶ μεθʼ ἱκετηριῶν δεηθέντων τῶν Ἰνδῶν ἀπέλυσε τῶν κινδύνων αὐτούς.
当他围攻另一座重要城市时,由于印度人拿着哀求的树枝向他求情,他便免除了他们的危险。
μετὰ δὲ ταῦτʼ ἐστράτευσεν ἐπὶ τὰς ὑπὸ Σωπείθην τεταγμένας πόλεις, εὐνομουμένας καθʼ ὑπερβολήν.
此后,他进军索佩特斯统治下的诸城市,这些城市治理得极其井井有条。
τά τε γὰρ ἄλλα πρὸς δόξαν πολιτεύονται καὶ τὸ κάλλος παρʼ αὐτοῖς τιμιώτατον νενόμισται.
因为他们在各方面都以名誉为导向管理国家,而且在他们中间,美貌被视为最尊贵之物。
§17.91.5διόπερ ἐκ νηπίου παρʼ αὐτοῖς τὰ βρέφη διακρίνεται καὶ τὰ μὲν ἄρτια καὶ τὴν φύσιν ἔχοντα πρὸς εὐπρέπειαν καὶ ἰσχὺν εὔθετον τρέφεται, τὰ δὲ καταδεῆ τοῖς σώμασιν ἀνάξια τροφῆς ἡγούμενοι διαφθείρουσιν.
因此,在他们那里,婴儿自幼便要接受筛选,凡是健全且天性适合美貌与强壮的婴儿便予以抚养,而身体有缺陷的,他们则认为不值得抚养而予以处死。
§17.91.6ἀκολούθως δὲ τούτοις καὶ τοὺς γάμους ποιοῦνται προικὸς μὲν καὶ τῆς ἄλλης πολυτελείας ἀφροντιστοῦντες, κάλλους δὲ καὶ τῆς τοῦ σώματος ὑπεροχῆς μόνον φροντίζοντες.
与此相应,他们缔结婚姻时也不考虑嫁妆和其他奢侈,而仅仅关注美貌和身体的优越性。
§17.91.7διόπερ οἱ πλεῖστοι τῶν ἐν ταύταις ταῖς πόλεσι κατοικούντων διαφέρουσι τῶν ἄλλων ἀξιώμασιν.
因此,居住在这些城市中的大多数人在威仪上都优于他人。
παρὰ δὲ πάντας ὁ βασιλεὺς Σωπείθης περίβλεπτος ὢν ἐπὶ τῷ κάλλει καὶ τῷ μήκει τοὺς τέτταρας πήχεις ὑπεράγων προῆλθε μὲν ἐκ τῆς πόλεως τῆς ἐχούσης τὰ βασίλεια, παραδοὺς δʼ αὑτὸν καὶ τὴν βασιλείαν Ἀλεξάνδρῳ πάλιν ταύτην ἀπέλαβε διὰ τὴν τοῦ κρατοῦντος ἐπιείκειαν.
而最令人瞩目的则是国王索佩特斯,他因美貌和超过四库比特的身高而备受关注,他从建有王宫的城市中走出来,向亚历山大献出自身和王国,但由于征服者的宽大,他又重新获得了这个王国。
§17.91.8ὁ δὲ Σωπείθης μετὰ πολλῆς προθυμίας τὴν μὲν δύναμιν ἅπασαν ἐπί τινας ἡμέρας λαμπρῶς εἱστίασε,
索佩特斯满怀热忱,连续数日慷慨地款待了全军,