Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §17.91.1-17.91.8

カタイオイ人の風習とソペイテス王の降伏

696 / 723 箇所 · ギリシア語

要旨

アレクサンドロスは逃亡したポロス王を追う中でカタイオイ人の領土に達し、殉死の習俗を目撃する。その後、美を重んじるソペイテス王の統治地域に入り、王の降伏を寛大に受け入れる。

§17.91.1προϊόντος δὲ αὐτοῦ μετὰ τῆς δυνάμεως ἧκόν τινες ἀπαγγέλλοντες ὅτι Πῶρος ὁ βασιλεύς, ἀνεψιὸς ὢν τοῦ καταπεπολεμημένου Πώρου, τὴν βασιλείαν ἀπολιπὼν πέφευγεν εἰς τὸ τῶν Γανδαριδῶν ἔθνος.
彼が軍勢とともに進んでいくと、王ポロス――先に打ち負かされたポロスの甥である――が、王国を捨ててガンダリダイ人の部族のもとへと逃亡したと報告する者たちがやって来た。
§17.91.2ὁ δὲ Ἀλέξανδρος παροξυνθεὶς Ἡφαιστίωνα μὲν ἐξέπεμψεν εἰς τὴν τούτου χώραν μετὰ δυνάμεως καὶ προσέταξε τὴν βασιλείαν παραδοῦναι τῷ μεθʼ αὑτοῦ Πώρῳ·
アレクサンドロスは激怒し、ヘファイスティオンを軍勢とともにこの男の領土へと派遣し、その王国を同行していたポロスに引き渡すよう命じた。
αὐτὸς δʼ εἰς τὸ τῶν Ἀδρεστῶν καλουμένων ἔθνος στρατεύσας καὶ τῶν πόλεων ἃς μὲν βίᾳ χειρωσάμενος, ἃς δὲ πειθοῖ προσαγαγόμενος εἰς τὴν τῶν Καθαίων χώραν παρεγένετο.
彼自身はアドレスタイと呼ばれる部族の国へと遠征し、それらの都市のうち、あるものは武力で制圧し、別のものは説得によって従わせながら、カタイオイ人の領土へと到着した。
§17.91.3παρὰ δὲ τούτοις νόμιμον ἦν τὰς γυναῖκας τοῖς ἀνδράσι συγκατακαίεσθαι·
彼らの間では、妻たちが夫たちとともに身を焼いて殉死することが慣習となっていた。
τοῦτο δʼ ἐκυρώθη τὸ δόγμα παρὰ τοῖς βαρβάροις διὰ μίαν γυναῖκα φαρμάκοις ἀνελοῦσαν τὸν ἄνδρα.
この規定がこの異民族の間で法として確立されたのは、毒薬によって夫を殺害した一人の女が原因であった。
§17.91.4ὁ δʼ οὖν βασιλεὺς τὴν μεγίστην καὶ ὀχυρωτάτην πόλιν μετὰ πολλῶν κινδύνων ἐκπολιορκήσας ἐνέπρησεν.
ともかく王は、最も大きく最も堅固な都市を多大なる危険を冒して包囲攻撃の末に陥落させ、火を放った。
ἄλλην δʼ ἀξιόλογον πολιορκοῦντος αὐτοῦ καὶ μεθʼ ἱκετηριῶν δεηθέντων τῶν Ἰνδῶν ἀπέλυσε τῶν κινδύνων αὐτούς.
彼が別の主要な都市を包囲している際、インド人たちが哀願の枝を手にして懇願したため、彼は彼らを危険から救った。
μετὰ δὲ ταῦτʼ ἐστράτευσεν ἐπὶ τὰς ὑπὸ Σωπείθην τεταγμένας πόλεις, εὐνομουμένας καθʼ ὑπερβολήν.
その後、彼はソペイテスの支配下にある諸都市へと遠征したが、それらは極めてよく統治されていた。
τά τε γὰρ ἄλλα πρὸς δόξαν πολιτεύονται καὶ τὸ κάλλος παρʼ αὐτοῖς τιμιώτατον νενόμισται.
というのも、彼らは他のあらゆる点において名誉を重んじて国を治めており、彼らの間では美が最も重んじられていると考えられているからである。
§17.91.5διόπερ ἐκ νηπίου παρʼ αὐτοῖς τὰ βρέφη διακρίνεται καὶ τὰ μὲν ἄρτια καὶ τὴν φύσιν ἔχοντα πρὸς εὐπρέπειαν καὶ ἰσχὺν εὔθετον τρέφεται, τὰ δὲ καταδεῆ τοῖς σώμασιν ἀνάξια τροφῆς ἡγούμενοι διαφθείρουσιν.
それゆえ、彼らの間では乳児期から赤ん坊が選別され、健全で、その天性が端麗さと強さに適しているものは育てられ、身体に欠陥のあるものは育てるに値しないと見なして殺害される。
§17.91.6ἀκολούθως δὲ τούτοις καὶ τοὺς γάμους ποιοῦνται προικὸς μὲν καὶ τῆς ἄλλης πολυτελείας ἀφροντιστοῦντες, κάλλους δὲ καὶ τῆς τοῦ σώματος ὑπεροχῆς μόνον φροντίζοντες.
これに一致して、彼らは婚姻をも行い、持参金やその他の贅沢には無頓着であり、ただ美と身体の卓越性にのみ配慮する。
§17.91.7διόπερ οἱ πλεῖστοι τῶν ἐν ταύταις ταῖς πόλεσι κατοικούντων διαφέρουσι τῶν ἄλλων ἀξιώμασιν.
それゆえ、これらの都市に居住する人々の大半は、その威風において他より優れている。
παρὰ δὲ πάντας ὁ βασιλεὺς Σωπείθης περίβλεπτος ὢν ἐπὶ τῷ κάλλει καὶ τῷ μήκει τοὺς τέτταρας πήχεις ὑπεράγων προῆλθε μὲν ἐκ τῆς πόλεως τῆς ἐχούσης τὰ βασίλεια, παραδοὺς δʼ αὑτὸν καὶ τὴν βασιλείαν Ἀλεξάνδρῳ πάλιν ταύτην ἀπέλαβε διὰ τὴν τοῦ κρατοῦντος ἐπιείκειαν.
そして誰よりも、王ソペイテスはその美しさと、四ペーキュスを超える高身長のゆえに際立つ存在であったが、宮殿のある都市から出てきて、自身と王国をアレクサンドロスに引き渡したものの、支配者の寛大さによって、再びそれを受け取った。
§17.91.8ὁ δὲ Σωπείθης μετὰ πολλῆς προθυμίας τὴν μὲν δύναμιν ἅπασαν ἐπί τινας ἡμέρας λαμπρῶς εἱστίασε,
そしてソペイテスは、多大なる熱意をもって全軍を数日間にわたり華やかに歓待し、

語釈・文法注

  1. 17.91.1προϊόντος δὲ αὐτοῦ μετὰ τῆς δυνάμεως — 属格絶対構文。代名詞 αὐτοῦ は、後続する文の主語であるアレクサンドロスを指す。
  2. 17.91.4ἄλλην δʼ ἀξιόλογον πολιορκοῦντος αὐτοῦ καὶ μεθʼ ἱκετηριῶν δεηθέντων τῶν Ἰνδῶν — 異なる時制と主語を持つ2つの属格絶対(現在分詞 πολιορκοῦντος αὐτοῦ とアオリスト分詞 δεηθέντων τῶν Ἰνδῶν)が καί によって並列され、包囲の継続と哀願の発生という時間的関係を示している。
  3. 17.91.7παρὰ δὲ πάντας — 前置詞 παρά は対格(πάντας)を伴って比較・超越を表し、「すべての人々に優って」「誰よりも」という意味になる。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §17.91.1-17.91.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.91.1-17.91.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。