Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §17.90.1-17.90.7

印度的奇特动植物与致命毒蛇

第 695 段,共 723 段 · 希腊语

内容简介

本节记述了亚历山大军队在印度进军时所遇到的奇特动物(如通过独特方式捕获的猴子)、长有参天大树的肥沃土地,以及给士兵带来致命威胁的毒蛇和其解毒方法。

§17.90.1ἴδιον δέ τι κατὰ τὴν ὀρεινὴν τὴν πλησίον ὑπῆρχε.
邻近的山区有一种独特的特征。
χωρὶς γὰρ τῆς πρὸς ναυπηγίαν ὕλης εἶχεν ἡ χώρα πολλοὺς καὶ παρηλλαγμένους τοῖς μεγέθεσιν ὄφεις, ὄντας ἑκκαιδεκαπήχεις, πιθήκων τε γένη πολλὰ καὶ τοῖς μεγέθεσι διαλλάττοντα, ὧν τὴν τέχνην τῆς θήρας αὐτὸ τὸ ζῷον ὑφηγεῖτο.
因为除了用于造船的木材之外,该地区还有许多体型异常庞大的蛇,长达十六库比特,以及许多种体型各异的猴子,而捕获这些猴子的技术正是由这种动物自己暗示出来的。
§17.90.2μιμητικὸν γὰρ ὑπάρχον πάσης πράξεως βίᾳ μὲν οὐ ῥᾳδίως χειροῦται διά τε τὴν ἰσχὺν τῶν σωμάτων καὶ διὰ τὴν τῆς ψυχῆς ἀγχίνοιαν·
因为猴子具有模仿一切动作的习性,由于它们身体的强壮和智力的敏捷,用武力是不容易捕获它们的。
τῶν δὲ κυνηγῶν οἱ μὲν μέλιτι τοὺς ὀφθαλμοὺς ἀλείφονται, οἱ δὲ βλεπόντων τῶν θηρίων ὑποδοῦνται, τινὲς δὲ ταῖς κεφαλαῖς κάτοπτρα περιτιθέασιν, καὶ τοῖς μὲν ὑποδήμασι παραθέντες δεσμοὺς ἀπολείπουσιν, ἀντὶ δὲ τοῦ μέλιτος ἰξὸν ὑποβάλλουσι, τοῖς δὲ κατόπτροις ἐπίσπαστρα καθάπτουσι.
因此,在猎人中,有的人在野兽注视下用蜂蜜涂抹眼睛,有的人穿上鞋子,有的人把镜子戴在头上;然后,他们在鞋子旁留下带子,用鸟胶代替蜂蜜,并在镜子上系上收紧的陷阱。
§17.90.3διόπερ ὅταν βούλωνται τὰ ζῷα τὰς πράξεις τῶν ὁραθέντων ἐπιτελεῖν, ἀδυνατεῖ, τῶν μὲν βλεφάρων κεκολλημένων, τῶν δὲ ποδῶν δεδεμένων, τῶν δὲ σωμάτων κατεχομένων· ὅθεν εὐχείρωτα πρὸς τὴν θήραν γίνεται.
因此,当这些动物想要模仿它们所看到的动作时,却无能为力,因为它们的眼睑被粘住了,脚被绑住了,身体被困住了;因此,它们变得很容易被捕获。
§17.90.4ὁ δὲ Ἀλέξανδρος τὸν ὑστερηκότα τῆς τοῦ Πώρου συμμαχίας βασιλέα ὄνομα Σασιβισάρην καταπληξάμενος ἠνάγκασε ποιεῖν τὸ προσταττόμενον, αὐτὸς δὲ μετὰ τῆς δυνάμεως περάσας τὸν ποταμὸν προῆγε διὰ χώρας ἀρετῇ διαφερούσης·
亚历山大威慑了未能及时加入波罗斯同盟的、名叫萨西比萨雷斯的国王,强迫他听从命令,而他自己则率领军队渡过河流,穿过一片极其肥沃的地区。
§17.90.5δένδρων γὰρ εἶχε γένη διαλλάττοντα καὶ τὸ μὲν ὕψος ἔχοντα πηχῶν ἑβδομήκοντα, τὸ δὲ πάχος μόγις ὑπὸ τεσσάρων ἀνδρῶν περιλαμβανόμενα, τριῶν δὲ πλέθρων σκιὰν ποιοῦντα.
因为那里有各种各样的树木,高度达七十库比特,粗度几乎需要四个人才能合抱,投影达三普勒特拉。
εἶχε δὲ καὶ ἡ χώρα ὄφεων πλῆθος, μικρῶν μὲν τοῖς μεγέθεσι, ταῖς δὲ ποικιλίαις ἐξηλλαγμένων·
该地区也有大量的蛇,体型虽小,但花纹极其多样。
§17.90.6οἱ μὲν γὰρ χαλκοειδεῖς ῥάβδους ἐπέφαινον, οἱ δὲ τὴν λόφην δασεῖαν εἶχον τριχώδη, διὰ δὲ τῶν δηγμάτων ὀξεῖς θανάτους ἀπειργάζοντο.
因为有的蛇呈现出青铜色条纹,有的头顶长着浓密的毛状冠,它们的咬伤会造成暴卒。
τὸν δὲ πληγέντα πόνοι δεινοὶ συνεῖχον καὶ ῥύσις ἱδρῶτος αἱματοειδοῦς κατεῖχε.
被咬者痛苦万分,且全身渗出红如鲜血的汗水。
§17.90.7διόπερ οἱ Μακεδόνες δεινῶς ὑπὸ τῶν δηγμάτων ἀπαλλάττοντες τὰς κλίνας ἀπὸ τῶν δένδρων ἐξήρτων καὶ τὸ πλεῖστον τῆς νυκτὸς διηγρύπνουν.
因此,马其顿人因被咬伤而痛苦不堪,便把吊床挂在树上,大半夜都无法入睡。
μετὰ δὲ ταῦτα παρὰ τῶν ἐγχωρίων μαθόντες τὴν ἀντιφάρμακον ῥίζαν ἀπελύθησαν τῶν δεινῶν.
但此后,他们从当地人那里得知了有解毒功效的植物根部,才得以从这些痛苦中解脱出来。

词汇与语法注释

  1. 17.90.1ὧν τὴν τέχνην τῆς θήρας αὐτὸ τὸ ζῷον ὑφηγεῖτο — 关系代词 ὧν(属格)以其前的名词 πιθήκων(猴子)为先行词,修饰 τὴν τέχνην τῆς θήρας(捕获的技巧)。主语 αὐτὸ τὸ ζῷον(动物自身)突显了动物自己无意中示范如何捕获它们的讽刺性结构。
  2. 17.90.2μιμητικὸν γὰρ ὑπάρχον — ὑπάρχον 是动词 ὑπάρχω 的中性单数分词,与前句的 αὐτὸ τὸ ζῷον 一致,在此用作表示原因的状语分词(“因为具有……的性质”)。
  3. 17.90.2ἀλείφονται — 第三人称复数中动语态,表示猎人们涂抹“自己的”眼睛(以诱使猴子模仿)。随后的动词 ὑποδοῦνται(穿鞋)和 περιτιθέασιν(戴上)也同样描绘了猎人们为了诱骗而施加于自身的动作。
  4. 17.90.6τὸν δὲ πληγέντα — 动词 πλήττω(击、在此指被蛇咬)的不定过去时被动分词单数宾格,作名词性使用,意为“被咬者”,充当后文动词 συνεῖχον 的直接宾语。
  5. 17.90.7δεινῶς ὑπὸ τῶν δηγμάτων ἀπαλλάττοντες — 这是动词 ἀπαλλάττω 的现在时主动分词,但在此作不及物或被动意使用,表示“处于(糟糕的)状态”或“受苦”,与 ὑπὸ τῶν δηγμάτων 连用,充当表示原因的状语分词(“因为由于咬伤而痛苦万分”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §17.90.1-17.90.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.90.1-17.90.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。