§17.86.1ὁ δʼ Ἀλέξανδρος τοῖς κενοῖς τοῦ πολέμου καταστρατηγήσας τοὺς Ἰνδοὺς χωρὶς κινδύνου ἐκυρίευσε τῆς πέτρας.
而亚历山大利用战争中的虚策战胜了印度人,毫无危险地占领了这座岩寨。
καὶ τῷ μὲν ὁδηγήσαντι τὰς ὡμολογημένας δωρεὰς ἀπέδωκεν, αὐτὸς δὲ ἀνέζευξε μετὰ τῆς δυνάμεως.
他向那位带路的人支付了诺言中的赏赐,而他自己则率领军队出发。
§17.86.2καθʼ ὃν καιρὸν Ἀφρίκης τις Ἰνδός, ἔχων μὲν στρατιώτας δισμυρίους, ἐλέφαντας δὲ πεντεκαίδεκα, διέτριβε περὶ τὸν τόπον.
其时,一个名叫阿菲里克斯的印度人,拥有两万士兵和十五头大象,正逗留在该地区。
τοῦτον δέ τινες ἀνελόντες καὶ τὴν κεφαλὴν αὐτοῦ πρὸς Ἀλέξανδρον ἐνέγκαντες διὰ ταύτης τῆς εὐεργεσίας περιεποιήσαντο τὰς ἰδίας σωτηρίας.
但有些人杀了他,并将他的首级送给亚历山大,通过这一功劳确保了他们自己的安全。
§17.86.3ὁ δὲ βασιλεὺς τούτους τε προσηγάγετο καὶ τῶν ἐλεφάντων πλανωμένων κατὰ τὴν χώραν ἐκυρίευσεν.
国王将这些人收归己有,并占领了那些在乡野间游荡的大象。
αὐτὸς δὲ παρελθὼν ἐπὶ τὸν Ἰνδὸν ποταμὸν καὶ καταλαβὼν τάς τε τριακοντόρους κατεσκευασμένας καὶ τὸν πόρον ἐζευγμένον τριάκοντα μὲν ἡμέρας ἀνέλαβε τὴν δύναμιν καὶ τοῖς θεοῖς μεγαλοπρεπεῖς συντελέσας θυσίας διεβίβασε τὴν στρατιὰν καὶ περιέπεσε παραδόξῳ περιπετείᾳ.
他自己进军到印度斯河,发现三十桨船已经建造完毕,渡口也已架设好桥梁,于是让军队休整了三十天;在向神明举行了宏伟的祭祀之后,他渡过了军队,并遭遇了意想不到的事变。
§17.86.4Ταξίλου γὰρ τοῦ βασιλέως προτετελευτηκότος υἱὸς αὐτοῦ Μῶφις διαδεξάμενος τὴν ἀρχὴν διεπέμψατο μὲν καὶ πρότερον πρὸς Ἀλέξανδρονἐν τῇ Σογδιανῇ διατρίβοντα, ἐπαγγελλόμενος αὐτῷ συστρατεύειν ἐπὶ τοὺς ἀντιταττομένους τῶν Ἰνδῶν καὶ τότε πρέσβεις ἀποστείλας ἔφησεν αὐτῷ παραδιδόναι τὴν βασιλείαν.
因为国王塔克西莱斯先前已经去世,继承王位的儿子莫菲斯先前在亚历山大滞留索格迪亚纳时就曾派人前去,承诺与他一同征讨那些抵抗的印度人,而此时他又派遣使节,表示要把王国交给他。
§17.86.5ἀπέχοντος δὲ τεσσαράκοντα σταδίους τοῦ βασιλέως ἐκτάξας τὴν δύναμιν ὡς εἰς πόλεμον καὶ τοὺς ἐλέφαντας κοσμήσας ἀπήντα μετὰ τῶν φίλων.
在国王距离还有四十斯塔德时,莫菲斯像准备战斗一样列开军队,装扮好大象,并与友人们一同前去迎接。
ὁ δὲ Ἀλέξανδρος ὁρῶν προσιοῦσαν μεγάλην δύναμιν ἐκτεταγμένην πολεμικῶς καὶ δόξας τὸν Ἰνδὸν ἐπιβούλως πεποιῆσθαι τὰς ἐπαγγελίας, ὅπως ἀπαρασκεύοις τοῖς Μακεδόσιν ἐπίθηται, τοῖς μὲν σαλπιγκταῖς παρεκελεύσατο σημαίνειν τὸ πολεμικόν, τοὺς δὲ στρατιώτας ἐκτάξας ἀπήντα τοῖς Ἰνδοῖς.
但亚历山大看到一支大军以战斗队形逼近,认为这个印度人虚情假意地做出承诺,是为了在马赛多尼亚人毫无防备时发动袭击,于是命令号兵吹响战斗号角,并列开士兵去迎击印度人。
§17.86.6ὁ δὲ Μῶφις ὁρῶν τὴν ταραχὴν τῶν Μακεδόνων καὶ τὸ γεγονὸς συλλογιζόμενος τὴν μὲν δύναμιν κατέλιπεν, αὐτὸς δὲ μετὰ ὀλίγων προϊππεύσας καὶ τὴν ἄγνοιαν τῶν Μακεδόνων διορθωσάμενος παρέδωκεν ἑαυτόν τε καὶ τὴν δύναμιν τῷ βασιλεῖ.
而莫菲斯看到马赛多尼亚人的混乱,并推测出发生的事情后,便留下了军队,自己带着少数人骑马向前,澄清了马赛多尼亚人的误会,将自己和军队都交给了国王。
§17.86.7ἡσθεὶς δὲ ὁ Ἀλέξανδρος τήν τε βασιλείαν ἀπέδωκεν αὐτῷ καὶ τὸ λοιπὸν διετέλει τούτῳ φίλῳ καὶ συμμάχῳ χρώμενος καὶ μετωνόμασεν αὐτὸν Ταξίλην.
亚历山大非常高兴,将王国还给了他,此后一直视他为朋友和盟友,并将他的名字改称为塔克西莱斯。
ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
这些事就是在这这一年中发生的。