Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §17.87.1-17.87.5

向波罗斯王进军与印度军的迎战阵势

第 692 段,共 723 段 · 希腊语

内容简介

在雅典和罗马更替执政官的年份,亚历山大率军向波罗斯进军,而波罗斯则用战象与步兵排开如城堡般坚固的阵势严阵以待。

§17.87.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Χρέμητος Ῥωμαῖοι κατέστησαν ὑπάτους Πόπλιον Κορνήλιον καὶ Αὖλον Ποστούμιον.
在雅典由克雷梅斯担任执政官时,罗马人任命普布利乌斯·科尔内利乌斯和奥卢斯·波斯图米乌斯为执政官。
ἐπὶ δὲ τούτων Ἀλέξανδρος ἐν τῇ Ταξίλου χώρᾳ προσαναλαβὼν τὴν δύναμιν ἐστράτευσεν ἐπὶ Πῶρον τὸν τῶν πλησιοχώρων Ἰνδῶν βασιλέα.
在他们任内,亚历山大在塔克西莱斯的领土上休整了军队,随后向邻近印度人的国王波罗斯发动进军。
§17.87.2οὗτος δʼ εἶχε πεζοὺς μὲν πλείους τῶν πεντακισμυρίων, ἱππεῖς δὲ περὶ τρισχιλίους, ἅρματα δὲ πλείω τῶν χιλίων, ἐλέφαντας δὲ ἑκατὸν καὶ τριάκοντα.
此人拥有五万多步兵、约三千骑兵、一千多辆战车以及一百三十头大象。
ἐπεποίητο δὲ καὶ ἕτερον τῶν πλησιοχώρων βασιλέα σύμμαχον, ὃς ὠνομάζετο Ἐμβίσαρος, εἶχε δὲ δύναμιν οὐ πολὺ λειπομένην τῆς τοῦ Πώρου.
他还让另一位邻近的国王结为盟友,此人名叫恩比萨罗斯,拥有的军事力量并不比波罗斯的逊色多少。
§17.87.3ὁ δὲ Ἀλέξανδρος ἀκούσας τοῦτον τὸν βασιλέα τετρακοσίους ἀπέχειν σταδίους ἔκρινε πρὸ τῆς τούτου παρουσίας ἐπιβαλεῖν τῷ Πώρῳ.
而亚历山大听说这位国王距离有四百斯塔德,决定在对方抵达之前向波罗斯发动进攻。
§17.87.4ἐγγίσαντος δὲ αὐτοῦ τοῖς Ἰνδοῖς ὁ Πῶρος πυθόμενος πλησίον εἶναι τοὺς πολεμίους εὐθὺς ἐξέταξε τὴν δύναμιν καὶ τοὺς μὲν ἱππεῖς ἐπὶ τὰ κέρατα διεμέρισεν, τοὺς δʼ ἐλέφαντας καταπληκτικῶς κεκοσμημένους κατὰ μέτωπον ἐν ἴσοις διαστήμασιν ἔστησεν· ἀνὰ μέσον δὲ τῶν θηρίων τοὺς λοιποὺς ὁπλίτας ἔταξεν, οἷς συντεταγμένον ἦν παραβοηθεῖν τοῖς θηρίοις καὶ διακωλύειν ἐκ τῶν πλαγίων εἰσακοντίζειν.
当他逼近印度人时,波罗斯得知敌人已在近旁,立即列开军队,将骑兵分派在两翼,将装饰得令人畏惧的大象等距离地排在正面;在这些巨兽之间,他部署了其余的重装步兵,命令他们协助巨兽,并阻止敌人从侧翼投掷标枪。
§17.87.5ἡ μὲν οὖν ὅλη σύνταξις αὐτῶν ὑπῆρχε πόλει παραπλήσιος τὴν πρόσοψιν· ἡ μὲν γὰρ τῶν ἐλεφάντων στάσις τοῖς πύργοις, οἱ δὲ ἀνὰ μέσον τούτων στρατιῶται τοῖς μεσοπυργίοις ὡμοίωντο· ὁ δὲ Ἀλέξανδρος κατανοήσας τὴν τῶν πολεμίων τάξιν πρὸς ταύτην τὴν διακόσμησιν οἰκείως ἐξέταξε τὴν δύναμιν.
因此,他们整体的阵势在外观上类似于一座城市;因为大象的立足处像城楼,而夹在其间的士兵则如同城墙;而亚历山大观察了敌人的阵形后,便针对这一部署相应地列开了自己的军队。

词汇与语法注释

  1. 17.87.1ἐπʼ ἄρχοντος ... Χρέμητος — 属格独立结构。这是标示雅典历年(执政官之名)的惯用表达,意为“在雅典由克雷梅斯担任执政官时”。
  2. 17.87.1ἐπὶ δὲ τούτων — 介词 ἐπί 接属格表示时间,指代前句中提到的两位罗马执政官,意为“在他们任内”。
  3. 17.87.2οὐ πολὺ λειπομένην τῆς τοῦ Πώρου — 现在中被动分词 λειπομένην(源自 λείπω)修饰 δύναμιν,与 τῆς τοῦ Πώρου(比较属格,省略了 δυνάμεως)连用,意为“不比波罗斯的(军势)逊色多少”。
  4. 17.87.4οἷς συντεταγμένον ἦν — 非人称完成时被动结构(中性单数主格分词加上 ἦν),其中关系代词与格 οἷς 表示动作发出者(重装步兵),后续的不定式短语(παραβοηθεῖν... 和 διακωλύειν...)充当主语,意为“他们被命令去……”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §17.87.1-17.87.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.87.1-17.87.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。