Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §17.85.1-17.85.7

围攻并攻克奥尔诺斯岩寨

第 690 段,共 723 段 · 希腊语

内容简介

亚历山大进军极为坚固的奥尔诺斯岩寨,在当地老人的指引下克服险峻地势并展开大规模围攻,最终迫使蛮族连夜撤退。

§17.85.1πολλὰς δὲ καὶ ἄλλας πόλεις ἐκπολιορκήσας καὶ τοὺς ἀντιταττομένους ἀνελὼν προῆγεν ἐπὶ τὴν πέτραν τὴν Ἄορνον καλουμένην· εἰς γὰρ ταύτην οἱ περιλειφθέντες τῶν ἐγχωρίων διὰ τὴν ὑπερβολὴν τῆς ὀχυρότητος καταπεφεύγεισαν.
在围攻并占领了许多其他城市、并消灭了抵抗者之后,他向被称为奥尔诺斯的岩寨进军;因为当地居民的幸存者因其极度的坚固而逃到了这里。
§17.85.2λέγεται γὰρ τὸ παλαιὸν Ἡρακλέα ταύτην τὴν πέτραν ἐπιβαλόμενον πολιορκεῖν ἀποστῆναι διά τινας ἐπιγενομένους σεισμοὺς μεγάλους καὶ διοσημείας.
因为据说在古代,赫拉克勒斯曾试图围攻这座岩寨,但由于发生了一些大地震和天兆而撤退。
ὁ δʼ Ἀλέξανδρος πυθόμενος περὶ τούτων ἔτι μᾶλλον παρωξύνθη πολιορκῆσαι τὸ ὀχύρωμα καὶ διαμιλληθῆναι τῇ τοῦ θεοῦ δόξῃ.
亚历山大听说这些事后,更加渴望围攻这座要塞,并与这位神明的名望一较高下。
§17.85.3ἡ δὲ πέτρα τὸν μὲν περίβολον εἶχε σταδίων ἑκατόν, τὸ δʼ ὕψος ἑκκαίδεκα, τὴν δʼ ἐπιφάνειαν ὁμαλὴν καὶ πάντῃ περιφερῆ· καὶ τὸ μὲν πρὸς μεσημβρίαν μέρος αὐτῆς προσέκλυζεν ὁ Ἰνδὸς ποταμός, μέγιστος ὢν τῶν κατὰ τὴν Ἰνδικήν, τὰ δʼ ἄλλα μέρη περιείχετο φάραγξι βαθείαις καὶ κρημνοῖς ἀπροσίτοις.
这座岩寨周长一百斯塔德,高十六斯塔德,顶部表面平坦且各处呈圆形;其南部被印度斯河冲刷,该河是印度境内最大的河流,而其他部分则被深谷和无法接近的悬崖所环绕。
§17.85.4τοῦ δὲ Ἀλεξάνδρου κατασκεψαμένου τὴν δυσχωρίαν καὶ τὴν ἐκ βίας ἅλωσιν ἀπογνόντος ἧκέν τις πρὸς αὐτὸν πρεσβύτης μετὰ δυεῖν υἱῶν.
当亚历山大侦察了地势之险峻并放弃了武力攻占的希望时,一个老人带着他的两个儿子来到了他面前。
§17.85.5οὗτος δʼ ὢν πένης παντελῶς καὶ πολὺν χρόνον ἐντεθραμμένος τοῖς τόποις κατῴκει μὲν ἔν τινι σπηλαίῳ τρεῖς στιβάδας ἔχοντι κατὰ τὴν πέτραν ἐντετμημένας, ἐν αἷς ὁ γέρων μετὰ τῶν υἱῶν ἐναυλιζόμενος ἐμπειρίαν περιεπεποίητο τῶν τόπων.
此人极其贫困,长期在这片土地上长大,居住在岩石上凿出的有三个床位的洞窟中,老人与儿子们在其中居住,因而对这些地方非常熟悉。
οὗτος οὖν προσελθὼν τῷ βασιλεῖ καὶ τὰ περὶ ἑαυτὸν δηλώσας ἐπηγγείλατο καθηγήσεσθαι διὰ τῆς δυσχωρίας καὶ ποιήσειν αὐτὸν ὑπερδέξιον γενέσθαι τῶν κατειλημμένων τὴν πέτραν βαρβάρων.
因此,他来到国王面前,说明了自己的情况,并承诺引导他们穿过险峻的地形,使他能够凌驾于占领岩寨的蛮族之上。
§17.85.6ὁ δὲ Ἀλέξανδρος ἐπαγγειλάμενος μεγάλας δωρεὰς δώσειν καὶ τῷ πρεσβύτῃ χρησάμενος ὁδηγῷ πρῶτον μὲν τὴν πάροδον τὴν εἰς τὴν πέτραν φέρουσαν κατελάβετο καὶ μηδεμιᾶς οὔσης ἄλλης ἐξόδου συνέκλεισε τοὺς βαρβάρους εἰς ἀβοήθητον πολιορκίαν· ἔπειτα τῇ πολυχειρίᾳ χώσας τὴν φάραγγα κατὰ τὴν ῥίζαν τῆς πέτρας, προσελθὼν ἐνεργῆ πολιορκίαν συνεστήσατο, συνεχῶς ἐφʼ ἡμέρας ἑπτὰ καὶ τὰς ἴσας νύκτας ἐκ διαδοχῆς τὰς προσβολὰς ποιούμενος.
亚历山大承诺给予丰厚赏赐,并以这位老人为向导,首先占领了通往岩寨的通道,由于没有其他出口,他将蛮族困在无助的围困之中;接着,他动用大量人手,填平了岩寨根部的深谷,逼近并展开了积极的攻城战,连续七天七夜轮番发动进攻。
§17.85.7τὸ μὲν οὖν πρῶτον οἱ βάρβαροι διὰ τὰς τῶν τόπων ὑπεροχὰς προετέρουν καὶ πολλοὺς ἀνῄρουν τῶν προπετῶς βιαζομένων· τοῦ δὲ χώματος συντελεσθέντος καὶ τῶν ὀξυβελῶν καταπελτῶν καὶ τῶν ἄλλων ὀργάνων ἐπισταθέντων, πρὸς δὲ τούτοις τοῦ βασιλέως φανεροῦ καθεστῶτος ὡς οὐκ ἀποστήσεται τῆς πολιορκίας οἱ μὲν Ἰνδοὶ κατεπλάγησαν, ὁ δʼ Ἀλέξανδρος ἐμφρόνως προϊδόμενος τὸ μέλλον ἐξέλιπεν τὴν ἐν τῇ παρόδῳ κατειλημμένην φυλακήν, διδοὺς ἔξοδον τοῖς βουλομένοις ἐκ τῆς πέτρας ἀναχωρεῖν.
起初,蛮族由于地形优势占了上风,杀死了许多冒失强攻的人;但当土垄完工、发射利箭的投石机及其他器械架设完毕,此外,当国王明确表示绝不放弃围攻时,印度人陷入了恐慌,而亚历山大明智地预见到未来的发展,撤回了部署在通道上的守军,给那些想要从岩寨撤离的人留出出口。
οἱ δὲ βάρβαροι φοβηθέντες τάς τε τῶν Μακεδόνων ἀρετὰς καὶ τὴν τοῦ βασιλέως φιλοτιμίαν νυκτὸς ἐξέλιπον τὴν πέτραν.
蛮族人畏惧马赛多尼亚人的勇猛和国王的执念,在夜间放弃了岩寨。

词汇与语法注释

  1. §17.85.2Ἡρακλέα ταύτην τὴν πέτραν ἐπιβαλόμενον πολιορκεῖν ἀποστῆναι — 这是一个带对格的不定式结构,其中 Ἡρακλέα 作为被 λέγεται 控制的不定式 ἀποστῆναι 的逻辑主语。分词 ἐπιβαλόμενον 与 Ἡρακλέα 一致,表示“尝试、企图”(ἐπιβάλλομαι),并带有相补性不定式 πολιορκεῖν(围攻)。
  2. §17.85.5ποιήσειν αὐτὸν ὑπερδέξιος γενέσθαι — 未来不定式 ποιήσειν 隶属于主动词 ἐπηγγείλατο,其逻辑主语为老人。αὐτὸν 指代亚历山大,是 ποιήσειν 的宾语,同时作为 γενέσθαι 的逻辑主语。主格形容词 ὑπερδέξιος 在逻辑上应当是与 αὐτὸν 一致的宾格(ὑπερδέξιον),此处由于受到了主句主语(老人本身)的吸引(attraction)而呈现主格形式。
  3. §17.85.7τοῦ βασιλέως φανεροῦ καθεστῶτος ὡς οὐκ ἀποστήσεται — 在属格独立结构中,使用了形容词 φανερός 与主语 τοῦ βασιλέως 一致的“人称结构”(personal construction),而非无人称结构。字面意思是“在国王明显不会放弃的状态下”,即“当显然可见国王绝不放弃围攻时”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §17.85.1-17.85.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.85.1-17.85.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。