§17.85.1πολλὰς δὲ καὶ ἄλλας πόλεις ἐκπολιορκήσας καὶ τοὺς ἀντιταττομένους ἀνελὼν προῆγεν ἐπὶ τὴν πέτραν τὴν Ἄορνον καλουμένην·
彼は他の多くの都市も包囲して攻略し、抵抗する者たちを殺害した後、アオルノスと呼ばれる岩砦へと進軍した。
εἰς γὰρ ταύτην οἱ περιλειφθέντες τῶν ἐγχωρίων διὰ τὴν ὑπερβολὴν τῆς ὀχυρότητος καταπεφεύγεισαν.
というのも、現地人の生き残りたちは、その並外れた堅固さのゆえに、この場所へと逃げ込んでいたからである。
§17.85.2λέγεται γὰρ τὸ παλαιὸν Ἡρακλέα ταύτην τὴν πέτραν ἐπιβαλόμενον πολιορκεῖν ἀποστῆναι διά τινας ἐπιγενομένους σεισμοὺς μεγάλους καὶ διοσημείας.
かつてヘラクレスがこの岩砦を包囲して攻略しようと試みたものの、その後発生した大地震や天変地異のために断念して身を引いたと言われているからである。
ὁ δʼ Ἀλέξανδρος πυθόμενος περὶ τούτων ἔτι μᾶλλον παρωξύνθη πολιορκῆσαι τὸ ὀχύρωμα καὶ διαμιλληθῆναι τῇ τοῦ θεοῦ δόξῃ.
アレクサンドロスはこれらのことを知ると、さらにいっそうその要塞を包囲攻撃し、その神の栄光と競い合おうと駆り立てられた。
§17.85.3ἡ δὲ πέτρα τὸν μὲν περίβολον εἶχε σταδίων ἑκατόν, τὸ δʼ ὕψος ἑκκαίδεκα, τὴν δʼ ἐπιφάνειαν ὁμαλὴν καὶ πάντῃ περιφερῆ·
この岩砦は周囲が百スタディオン、高さが十六スタディオンあり、頂上は平坦で、いたるところ丸みを帯びていた。
καὶ τὸ μὲν πρὸς μεσημβρίαν μέρος αὐτῆς προσέκλυζεν ὁ Ἰνδὸς ποταμός, μέγιστος ὢν τῶν κατὰ τὴν Ἰνδικήν, τὰ δʼ ἄλλα μέρη περιείχετο φάραγξι βαθείαις καὶ κρημνοῖς ἀπροσίτοις.
そして、その南側の部分は、インドで最大のものであるインドス川が押し寄せて洗っていたが、他の部分は深い谷と近づきがたい絶壁に囲まれていた。
§17.85.4τοῦ δὲ Ἀλεξάνδρου κατασκεψαμένου τὴν δυσχωρίαν καὶ τὴν ἐκ βίας ἅλωσιν ἀπογνόντος ἧκέν τις πρὸς αὐτὸν πρεσβύτης μετὰ δυεῖν υἱῶν.
アレクサンドロスがその険しい地形を偵察し、力攻めによる攻略を諦めていたとき、一人の老人が二人の息子を連れて彼のもとにやって来た。
§17.85.5οὗτος δʼ ὢν πένης παντελῶς καὶ πολὺν χρόνον ἐντεθραμμένος τοῖς τόποις κατῴκει μὲν ἔν τινι σπηλαίῳ τρεῖς στιβάδας ἔχοντι κατὰ τὴν πέτραν ἐντετμημένας, ἐν αἷς ὁ γέρων μετὰ τῶν υἱῶν ἐναυλιζόμενος ἐμπειρίαν περιεπεποίητο τῶν τόπων.
この男は完全に貧しく、長い間その土地で育ち、その岩に彫られた三つの寝床を持つある洞窟に住んでいた。 そこで老人は息子たちとともに寝起きして、その土地についての知識を身につけていた。
οὗτος οὖν προσελθὼν τῷ βασιλεῖ καὶ τὰ περὶ ἑαυτὸν δηλώσας ἐπηγγείλατο καθηγήσεσθαι διὰ τῆς δυσχωρίας καὶ ποιήσειν αὐτὸν ὑπερδέξιον γενέσθαι τῶν κατειλημμένων τὴν πέτραν βαρβάρων.
そこで、この男が王の前に進み出て、自分についての事情を説明し、険しい地形を通って案内して彼を、岩砦を占拠している異民族たちより有利な位置に立たせることを約束した。
§17.85.6ὁ δὲ Ἀλέξανδρος ἐπαγγειλάμενος μεγάλας δωρεὰς δώσειν καὶ τῷ πρεσβύτῃ χρησάμενος ὁδηγῷ πρῶτον μὲν τὴν πάροδον τὴν εἰς τὴν πέτραν φέρουσαν κατελάβετο καὶ μηδεμιᾶς οὔσης ἄλλης ἐξόδου συνέκλεισε τοὺς βαρβάρους εἰς ἀβοήθητον πολιορκίαν·
アレクサンドロスは莫大な贈り物をすることを約束し、その老人を案内人として用いて、まず第一に、その岩砦へと通じる通路を占拠し、他に出口がないため、異民族たちを逃げ場のない包囲の中に閉じ込めた。
ἔπειτα τῇ πολυχειρίᾳ χώσας τὴν φάραγγα κατὰ τὴν ῥίζαν τῆς πέτρας, προσελθὼν ἐνεργῆ πολιορκίαν συνεστήσατο, συνεχῶς ἐφʼ ἡμέρας ἑπτὰ καὶ τὰς ἴσας νύκτας ἐκ διαδοχῆς τὰς προσβολὰς ποιούμενος.
次いで、大勢の手によって岩砦の麓の谷を埋め立て、近づいて精力的な包囲戦を展開し、連続して七日七晩、交代で攻撃を仕掛けた。
§17.85.7τὸ μὲν οὖν πρῶτον οἱ βάρβαροι διὰ τὰς τῶν τόπων ὑπεροχὰς προετέρουν καὶ πολλοὺς ἀνῄρουν τῶν προπετῶς βιαζομένων·
最初は、異民族たちが地形の優位性のために優勢であり、無謀にも力押しする者の多くを殺害した。
τοῦ δὲ χώματος συντελεσθέντος καὶ τῶν ὀξυβελῶν καταπελτῶν καὶ τῶν ἄλλων ὀργάνων ἐπισταθέντων, πρὸς δὲ τούτοις τοῦ βασιλέως φανεροῦ καθεστῶτος ὡς οὐκ ἀποστήσεται τῆς πολιορκίας οἱ μὲν Ἰνδοὶ κατεπλάγησαν, ὁ δʼ Ἀλέξανδρος ἐμφρόνως προϊδόμενος τὸ μέλλον ἐξέλιπεν τὴν ἐν τῇ παρόδῳ κατειλημμένην φυλακήν, διδοὺς ἔξοδον τοῖς βουλομένοις ἐκ τῆς πέτρας ἀναχωρεῖν.
しかし、土塁が完成し、鋭い矢を放つカタパルトやその他の攻城兵器が設置され、その上、王が包囲を断念しないことが明らかになると、インド人たちは恐怖に陥った。 一方、アレクサンドロスは賢明にも将来を見越して、通路に配置していた警備部隊を撤退させ、岩砦から撤退することを望む者たちに出口を与えた。
οἱ δὲ βάρβαροι φοβηθέντες τάς τε τῶν Μακεδόνων ἀρετὰς καὶ τὴν τοῦ βασιλέως φιλοτιμίαν νυκτὸς ἐξέλιπον τὴν πέτραν.
そして異民族たちは、マケドニア人たちの武勇と王の執念を恐れ、夜のうちにその岩砦を去った。