§17.82.1τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχεν Εὐθύκριτος, ἐν Ῥώμῃ δὲ τὴν ὑπατικὴν ἀρχὴν διεδέξαντο Λεύκιος Πλάτιος καὶ Λεύκιος Παπίριος, Ὀλυμπιὰς δʼ ἤχθη τρίτη πρὸς ταῖς ἑκατὸν δέκα, καθʼ ἣν ἐνίκα στάδιον Κλείτων Μακεδών.
一年过去后,在雅典由欧叙克里托斯担任执政官,在罗马由卢基乌斯·普拉提乌斯和卢基乌斯·帕皮里乌斯接任执政官职,并举行了第一百一十三届奥林匹亚运动会,在这届运动会上,马其顿人克莱通获得了短跑比赛的冠军。
ἐπὶ δὲ τούτων Ἀλέξανδρος ἐστράτευσεν ἐπὶ τοὺς ὀνομαζομένους Παροπανισάδας.
在这些官员任内,亚历山大向被称为帕罗帕尼萨代人的民族进军。
§17.82.2ἡ δὲ τούτων χώρα κεῖται μὲν ὑπʼ αὐτὰς τὰς ἄρκτους, χιονοβολεῖται δὲ πᾶσα καὶ τοῖς ἄλλοις ἔθνεσι δυσεπίβατός ἐστι διὰ τὴν ὑπερβολὴν τοῦ ψύχους.
他们的土地位于正北方之下,全境白雪覆盖,由于极度的寒冷,对其他民族来说极难进入。
ἡ πλείστη δὲ πεδιὰς οὖσα καὶ ἄξυλος πολλαῖς κώμαις διείληπται.
该地区大部分是无林平原,但分布着许多村庄。
§17.82.3αὗται δὲ τὰς τῶν οἰκιῶν στέγας ἔχουσιν ἐκ πλίνθων εἰς ὀξὺ συνηγμένων ἐχούσας καμάραν· κατὰ δὲ μέσην τὴν ὀροφὴν ἀπολελειμμένης διαυγείας διὰ ταύτης ὁ καπνὸς ἐκφέρεται καὶ πανταχόθεν τῆς οἰκοδομίας περιεχούσης οἱ κατοικοῦντες πολλῆς σκέπης τυγχάνουσιν.
这些村庄中房屋的屋顶是用砖块砌成,向上收窄成尖顶以构成拱顶;在天花板的中央留有一个透光的孔洞,烟雾通过该孔洞排到外面,而由于建筑物的四周都封闭着,居民们得到了充足的庇护。
§17.82.4οἱ δʼ ἐγχώριοι διὰ τὸ πλῆθος τῆς χιόνος τὸ πλέον μέρος τοῦ ἐνιαυτοῦ ταῖς οἰκίαις ἐνδιατρίβουσι, παρεσκευασμένας ἔχοντες τὰς ἰδίας τροφάς· τὰς δʼ ἀμπέλους καὶ τὰ καρποφόρα τῶν δένδρων περιχώσαντες καὶ τὴν τοῦ χειμῶνος ὥραν ἐάσαντες πάλιν ἀναστέλλουσι τὴν γῆν κατὰ τὸν τοῦ βλαστοῦ καιρόν.
由于积雪深厚,当地居民一年中的大部分时间都在屋里度过,手里存有预先准备好的本族粮食;他们将葡萄树和结果的树木用土覆盖以度过冬日,到了发芽的季节,再将这些土重新移开。
§17.82.5ἅπασα δʼ ἡ τῆς χώρας φύσις οὔτε χλωρὰν οὔθʼ ἥμερον ἔχει πρόσοψιν, ἀλλὰ λευκὴν καὶ ἀνταυγῆ διὰ τὴν χιόνα καὶ τὸν ἐν αὐτῇ πηγνύμενον κρύσταλλον.
该土地的整个面貌既无绿意也无耕作的景象,而是因白雪和在其上冻结的冰霜而呈现一片洁白与刺眼的光芒。
διόπερ οὔτʼ ὀρνέου προσκαθίζοντος οὔτε θηρίου διοδεύοντος ἄξενα καὶ ἀνεπίβατα πάντα τὰ μέρη τῆς χώρας ὑπῆρχεν.
因此,既无飞鸟停息,也无野兽穿行,该土地的所有地方都显得荒凉且无法涉足。
§17.82.6ἀλλʼ ὅμως ὁ βασιλεὺς τούτων ἁπάντων ἀντιπραττόντων τῇ στρατιᾷ τῇ συνήθει τόλμῃ καὶ καρτερίᾳ τῶν Μακεδόνων περιεγίνετο τῆς τοπικῆς δυστραπελείας.
然而,尽管这一切都与军队作对,国王凭着马其顿人惯常的勇敢和坚忍,克服了当地环境的恶劣。
§17.82.7διὸ δὴ πολλοὶ τῶν στρατιωτῶν καὶ τῶν ἐκτὸς τῆς τάξεως συνακολουθούντων ἐξαδυνατοῦντες ἀπελείποντο· ἔνιοι δὲ διὰ τὴν τῆς χιόνος ἀνταύγειαν καὶ σκληρότητα τῆς ἀναβαλλομένης ἀνακλάσεως ἐφθείροντο τὴν ὅρασιν.
因此,许多士兵和随同在队列之外的人因精疲力竭而掉队;还有一些人由于雪地的刺眼光芒以及折射回来的强烈反射光而失明。
§17.82.8σαφὲς δʼ οὐδὲν ἐκ διαστήματος ἦν ἰδεῖν, ἀλλὰ μόνῳ τῷ καπνῷ δηλουμένων τῶν κωμῶν ἐλάμβανον οἱ Μακεδόνες οὗ κατοικοῦσιν ἐφιστάμενοι.
从远处看不清任何东西,但由于村庄仅凭着烟雾显现出来,马其顿人在抵达后便占领了居民居住的地方。
τούτῳ δὲ τῷ τρόπῳ τῶν κωμῶν ἁλισκομένων, καὶ τῶν στρατιωτῶν τῷ πλήθει τῆς ὠφελείας διορθουμένων τὴν κακοπάθειαν ταχὺ πάντων τῶν ἐγχωρίων ὁ βασιλεὺς ἐκυρίευσεν.
通过这种方式,村庄被攻克,士兵们也用丰厚的战利品弥补了他们所受的艰辛,国王很快就征服了所有的当地人。