§17.81.1ἀπὸ δὲ τούτων γενόμενος καὶ τὰ κατὰ τὴν Δραγγινὴν καταστήσας ἀνέζευξε μετὰ τῆς δυνάμεως ἐπὶ τοὺς πρότερον μὲν Ἀριμασπούς, νῦν δʼ Εὐεργέτας ὀνομαζομένους διὰ τοιαύτας τινὰς αἰτίας.
亚历山大在处理完这些事务并平定了德兰吉亚娜的局势后,率军向那些以前被称为阿里马斯波伊人、而现在由于如下原因被称为俄弗革泰人的民族进军。
Κῦρος ὁ τὴν Μήδων ἀρχὴν μεταστήσας εἰς Πέρσας ἔν τινι στρατείᾳ περιληφθεὶς ἐν ἐρήμῳ χώρᾳ πάσῃ σπάνει τῶν ἀναγκαίων ἦλθε μὲν ἐπὶ τοὺς ἐσχάτους κινδύνους, διὰ τὴν ἔνδειαν τῆς τροφῆς ἀναγκαζομένων τῶν στρατιωτῶν ἀλλήλους σαρκοφαγεῖν, τῶν δʼ Ἀριμασπῶν τρισμυρίας ἁμάξας σίτου γεμούσας παρακομισάντων σωθεὶς παραδόξως ἀτελείαις τε καὶ ἄλλαις δωρεαῖς ἐτίμησε τὸ ἔθνος καὶ τὴν προϋπάρχουσαν προσηγορίαν ἀφελόμενος προσηγόρευσεν Εὐεργέτας.
将米底人的统治权转移给波斯人的居鲁士,在一次远征中,因极度缺乏必需品而被包围在一片荒凉之地,陷入了极度的危险之中,士兵们由于食物匮乏而被迫互相残食。 但当阿里马斯波伊人运来了三万辆装满粮食的车辆后,居鲁士奇迹般地获救;他以免税和其他赏赐表彰了该民族,并取消了他们原有的称呼,改称他们为“俄弗革泰”。
§17.81.2τότε δὲ Ἀλέξανδρος εἰς τὴν τούτων χώραν στρατεύσας καὶ τῶν ἐγχωρίων φιλοφρόνως αὐτὸν προσδεξαμένων ἐτίμησε τὸ ἔθνος ταῖς ἁρμοζούσαις δωρεαῖς.
此时,亚历山大进军他们的土地,由于当地人热情地接待了他,他便以适当的礼物表彰了这个民族。
τὸ δʼ αὐτὸ καὶ τῶν ὁμόρων τῶν ὀνομαζομένων Κεδρωσίων ποιησάντων καὶ τούτους ταῖς πρεπούσαις χάρισιν ἠμείψατο.
当被称为塞德罗西亚人的邻近居民也做出同样的事情时,他也以相称的恩惠回报了他们。
ἀμφοτέρων δὲ τῶν εἰρημένων ἐθνῶν τὴν στρατηγίαν Τιριδάτῃ παρέδωκεν.
他将上述两个民族的军事指挥权交给了提里达特斯。
§17.81.3περὶ ταῦτα δὲ αὐτοῦ διατρίβοντος ἧκόν τινες ἀπαγγέλλοντες ὅτι Σατιβαρζάνης ἐκ τῆς Βακτριανῆς μετὰ δυνάμεως πολλῆς ἱππικῆς παραγενόμενος εἰς τὸ τῶν Ἀρίων ἔθνος ἀπέστησε τοὺς ἐγχωρίους ἀπʼ Ἀλεξάνδρου.
当他正忙于这些事务时,有人前来报告说,萨蒂巴尔扎内斯率领大批骑兵从巴克特里亚来到阿利亚人的土地,使当地居民背叛了亚历山大。
ὁ δὲ βασιλεὺς ἀκούσας τὸ γεγονὸς ἀπέστειλεν ἐπʼ αὐτὸν μέρος τῆς δυνάμεως, στρατηγοὺς ἐπιστήσας Ἐριγυιὸν καὶ Στασάνορα, αὐτὸς δὲ τὴν Ἀραχωσίαν καταστρεψάμενος ὀλίγαις ἡμέραις ὑπήκοον ἐποίησεν.
国王听说发生的事情后,派出一部分军队前去讨伐他,并任命埃里吉乌斯和斯塔萨诺尔为将军,而他自己则征服了阿拉霍西亚,并在几天之内使其归顺。