Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §17.82.1-17.82.8

パロパニサダイ遠征と極寒での戦い

687 / 723 箇所 · ギリシア語

要旨

新たな年が始まり、アレクサンドロスは極寒の地パロパニサダイへと遠征する。マケドニア軍は過酷な寒さと雪に苦しむが、現地の独特な住居の工夫や、村々を攻略して戦利品を得ることで、この地を征服することに成功する。

§17.82.1τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχεν Εὐθύκριτος, ἐν Ῥώμῃ δὲ τὴν ὑπατικὴν ἀρχὴν διεδέξαντο Λεύκιος Πλάτιος καὶ Λεύκιος Παπίριος, Ὀλυμπιὰς δʼ ἤχθη τρίτη πρὸς ταῖς ἑκατὸν δέκα, καθʼ ἣν ἐνίκα στάδιον Κλείτων Μακεδών.
1年が経過したとき、アテナイではエウテュクリトスがアルコンであり、ローマではルキウス・プラティウスとルキウス・パピリウスが執政官職を引き継ぎ、第113回オリンピアードが催され、この大会ではマケドニア人のクレイトンがスタディオン競走で優勝した。
ἐπὶ δὲ τούτων Ἀλέξανδρος ἐστράτευσεν ἐπὶ τοὺς ὀνομαζομένους Παροπανισάδας.
これらの役職者のもとで、アレクサンドロスはパロパニサダイと呼ばれる人々に対して遠征した。
§17.82.2ἡ δὲ τούτων χώρα κεῖται μὲν ὑπʼ αὐτὰς τὰς ἄρκτους, χιονοβολεῖται δὲ πᾶσα καὶ τοῖς ἄλλοις ἔθνεσι δυσεπίβατός ἐστι διὰ τὴν ὑπερβολὴν τοῦ ψύχους.
彼らの国はまさに北極の真下に位置し、全土が雪に覆われており、極度の寒さのために、他の諸民族にとっては接近困難な場所である。
ἡ πλείστη δὲ πεδιὰς οὖσα καὶ ἄξυλος πολλαῖς κώμαις διείληπται.
その大部分は平原で樹木がないが、多くの村々が点在している。
§17.82.3αὗται δὲ τὰς τῶν οἰκιῶν στέγας ἔχουσιν ἐκ πλίνθων εἰς ὀξὺ συνηγμένων ἐχούσας καμάραν·
これらの村々は、家の屋根として、煉瓦を尖った形に集めて丸天井を形成したものを持っている。
κατὰ δὲ μέσην τὴν ὀροφὴν ἀπολελειμμένης διαυγείας διὰ ταύτης ὁ καπνὸς ἐκφέρεται καὶ πανταχόθεν τῆς οἰκοδομίας περιεχούσης οἱ κατοικοῦντες πολλῆς σκέπης τυγχάνουσιν.
天井の真ん中には光を通す開口部が残されており、ここから煙が外に排出され、建物が四方から囲んでいるため、居住者たちは十分な庇護を得ている。
§17.82.4οἱ δʼ ἐγχώριοι διὰ τὸ πλῆθος τῆς χιόνος τὸ πλέον μέρος τοῦ ἐνιαυτοῦ ταῖς οἰκίαις ἐνδιατρίβουσι, παρεσκευασμένας ἔχοντες τὰς ἰδίας τροφάς·
現地の住民たちは、多量の雪のために一年の大半を家の中で過ごし、あらかじめ用意された自分たちの食料を備蓄している。
τὰς δʼ ἀμπέλους καὶ τὰ καρποφόρα τῶν δένδρων περιχώσαντες καὶ τὴν τοῦ χειμῶνος ὥραν ἐάσαντες πάλιν ἀναστέλλουσι τὴν γῆν κατὰ τὸν τοῦ βλαστοῦ καιρόν.
ブドウの木や果樹を土で覆い、冬の季節をやり過ごすと、芽吹きの時期に再びその土を取り除く。
§17.82.5ἅπασα δʼ ἡ τῆς χώρας φύσις οὔτε χλωρὰν οὔθʼ ἥμερον ἔχει πρόσοψιν, ἀλλὰ λευκὴν καὶ ἀνταυγῆ διὰ τὴν χιόνα καὶ τὸν ἐν αὐτῇ πηγνύμενον κρύσταλλον.
土地の全景は、緑豊かな外観も、人の手が入った温和な外観も持たず、雪と、その上で凍りついた氷のために、白く輝きを反射している。
διόπερ οὔτʼ ὀρνέου προσκαθίζοντος οὔτε θηρίου διοδεύοντος ἄξενα καὶ ἀνεπίβατα πάντα τὰ μέρη τῆς χώρας ὑπῆρχεν.
そのため、鳥が止まることもなく、野獣が通り過ぎることもなく、その土地のあらゆる場所は、荒涼として足を踏み入れがたい状態であった。
§17.82.6ἀλλʼ ὅμως ὁ βασιλεὺς τούτων ἁπάντων ἀντιπραττόντων τῇ στρατιᾷ τῇ συνήθει τόλμῃ καὶ καρτερίᾳ τῶν Μακεδόνων περιεγίνετο τῆς τοπικῆς δυστραπελείας.
しかしそれでも王は、これらすべての障害が軍勢を阻んでいたにもかかわらず、マケドニア人のいつもの大胆さと忍耐強さによって、その土地の過酷さを克服した。
§17.82.7διὸ δὴ πολλοὶ τῶν στρατιωτῶν καὶ τῶν ἐκτὸς τῆς τάξεως συνακολουθούντων ἐξαδυνατοῦντες ἀπελείποντο·
そのため、多くの兵士たちや、隊列の外から従っていた人々が、力尽きて落伍していった。
ἔνιοι δὲ διὰ τὴν τῆς χιόνος ἀνταύγειαν καὶ σκληρότητα τῆς ἀναβαλλομένης ἀνακλάσεως ἐφθείροντο τὴν ὅρασιν.
また、ある人々は、雪の眩しさと、反射して跳ね返ってくる光の強烈さのために、視力を害された。
§17.82.8σαφὲς δʼ οὐδὲν ἐκ διαστήματος ἦν ἰδεῖν, ἀλλὰ μόνῳ τῷ καπνῷ δηλουμένων τῶν κωμῶν ἐλάμβανον οἱ Μακεδόνες οὗ κατοικοῦσιν ἐφιστάμενοι.
遠くからは何もはっきりと見ることはできなかったが、ただ煙によってのみ村々の場所が示されたので、マケドニア人たちはそこに到着して、住民たちが住んでいる場所を占領した。
τούτῳ δὲ τῷ τρόπῳ τῶν κωμῶν ἁλισκομένων, καὶ τῶν στρατιωτῶν τῷ πλήθει τῆς ὠφελείας διορθουμένων τὴν κακοπάθειαν ταχὺ πάντων τῶν ἐγχωρίων ὁ βασιλεὺς ἐκυρίευσεν.
このようにして村々が攻略され、また、兵士たちが多量の戦利品によって自分たちの労苦を補ったので、王は速やかに現地の人々全員を支配下に置いた。

語釈・文法注

  1. 17.82.1τρίτη πρὸς ταῖς ἑκατὸν δέκα — 数詞の構成。「110(ἑκατὸν δέκα)に加えて(πρός +与格)3(τρίτη)」で、第113回オリンピアードを指す。
  2. 17.82.3ἔχουσιν ... ἐχούσας — 同一文中に動詞 ἔχουσιν と分詞 ἐχούσας が重複して現れており、写本の乱れが疑われる箇所である。主語は αὗται(村々)であり、tὰς τῶν οἰκιῶν στέγας を直接の目的語として、ἐχούσας をそれに付随する分詞(「丸天井を形成する屋根」)とする、あるいはその逆の解釈をとる。
  3. 17.82.7ἐφθείροντο τὴν ὅρασιν — τὴν ὅρασιν は関係対格(限定の対格)であり、受動態の動詞 ἐφθείροντο(害された)とともに用いられて「視力に関して損なわれた」、すなわち「視力を失った」という身体の部分や領域を限定する働きをしている。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §17.82.1-17.82.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.82.1-17.82.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。