Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §17.80.1-17.80.4

菲罗塔斯与帕曼纽的处决

第 685 段,共 723 段 · 希腊语

内容简介

马其顿人判处菲罗塔斯等人死刑,亚历山大亦下令处死菲罗塔斯的父亲帕曼纽和林塞斯蒂斯人亚历山大。随后,国王将对其心怀不满的马其顿士兵集中编入一个名为“无纪律者营”的特殊部队。

§17.80.1πολλῶν δὲ ῥηθέντων λόγων οἱ Μακεδόνες κατέγνωσαν τοῦ Φιλώτου καὶ τῶν συγκαταιτιαθέντων θάνατον· ἐν οἷς ὑπῆρχε Παρμενίων ὁ πρῶτος εἶναι δοκῶν τῶν Ἀλεξάνδρου φίλων, τότε δὲ οὐ παρών, ἀλλὰ δόξας διὰ τοῦ ἰδίου υἱοῦ Φιλώτου πεποιῆσθαι τὴν ἐπιβουλήν.
在进行了诸多辩论之后,马其顿人判处菲罗塔斯及其共犯死刑;其中就包括帕曼纽,他曾被认为是亚历山大最首要的朋友,当时虽不在场,但被认为是通过他自己的儿子菲罗塔斯策划了这场阴谋。
§17.80.2ὁ μὲν οὖν Φιλώτας, βασανισθεὶς πρότερον καὶ ὁμολογήσας τὴν ἐπιβουλήν, κατὰ τὸ τῶν Μακεδόνων ἔθος μετὰ τῶν συγκαταγνωσθέντων ἐθανατώθη.
菲罗塔斯在先受严刑拷打并供认了阴谋之后,按照马其顿人的习俗,与共同被定罪的人一同被处死。
ὁμοίως δὲ τούτῳ καὶ ὁ Λυγκιστὴς Ἀλέξανδρος, αἰτίαν ἔχων ἐπιβεβουλευκέναι τῷ βασιλεῖ, τριετῆ μὲν χρόνον ἐν φυλακῇ τηρούμενος διετέλεσε, διὰ τὴν πρὸς Ἀντίγονον οἰκειότητα τετευχὼς ἀναβολῆς, τότε δʼ εἰς τὴν τῶν Μακεδόνων κρίσιν παραχθεὶς καὶ κατὰ τὴν ἀπολογίαν ἀπορηθεὶς λόγων ἐθανατώθη.
与他相似,林塞斯蒂斯人亚历山大也因被控图谋加害国王,由于与安提柯的亲密关系而获得了延期执行,并在狱中被关押了三年,但此时他被带到马其顿人的法庭上,在辩护中理屈词穷,因而被处死。
§17.80.3ὁ δʼ Ἀλέξανδρος ἐκπέμψας τινὰς ἐπὶ δρομάδων καμήλων καὶ φθάσας τὴν φήμην τῆς περὶ τὸν Φιλώταν τιμωρίας τὸν πατέρα τοῦ Φιλώτου Παρμενίωνα ἐδολοφόνησε, τεταγμένον μὲν τῆς Μηδείας ἄρχοντα, πεπιστευμένον δὲ τοὺς βασιλικοὺς θησαυροὺς ἐν Ἐκβατάνοις, ἔχοντας ταλάντων ὀκτωκαίδεκα μυριάδας.
亚历山大则派人骑着独峰驼,抢在菲罗塔斯受罚的消息传开之前,暗杀了菲罗塔斯的父亲帕曼纽;帕曼纽当时被委任为米底的统治者,并在埃克巴坦那掌管着多达十八万塔兰同的王室珍宝。
§17.80.4ὁ δʼ Ἀλέξανδρος ἐπιλεξάμενος ἐκ τῶν Μακεδόνων τοὺς ἀλλοτρίας κατʼ αὐτοῦ προϊεμένους φωνὰς καὶ τοὺς ἠγανακτηκότας ἐπὶ τῷ τοῦ Παρμενίωνος θανάτῳ, πρὸς δὲ τούτοις τοὺς ἐν ταῖς ἀποσταλείσας εἰς Μακεδονίαν ἐπιστολαῖς ἀλλότριόν τι γεγραφότας τοῖς οἰκείοις περὶ τῶν τῷ βασιλεῖ συμφερόντων εἰς ἓν κατέλεξε σύστημα καὶ προσηγόρευσεν ἀτάκτων τάγμα, ὅπως μὴ διὰ τὰς τούτων ἀκαίρους φωνὰς καὶ παρρησίας τὸ λοιπὸν πλῆθος τῶν Μακεδόνων συνδιαφθείρηται.
亚历山大从马其顿人中挑选出那些对他发表敌对言论的人、对帕曼纽之死感到愤慨的人,以及在寄往马其顿的书信中向亲友写了有关国王利益的不利内容的人,将他们编入一个统一的编制中,并称其为“无纪律者营”,以免其余的马其顿大众因这些人不合时宜的言论和放肆而受到腐蚀。

词汇与语法注释

  1. §17.80.1δόξας διὰ τοῦ ἰδίου υἱοῦ Φιλώτου πεποιῆσθαι τὴν ἐπιβουλήν — 被动分词 δόξας(被认为)后接完成时中动/被动不定式 πεποιῆσθαι,用以表明帕曼纽被定罪的原因,即“因为被认为是通过他自己的儿子菲罗塔斯策划了这场阴谋”。
  2. §17.80.2αἰτίαν ἔχων ἐπιβεβουλευκέναι — 惯用表达 αἰτίαν ἔχω(负有……的嫌疑/指控)后接完成时主动不定式 ἐπιβεβουλευκέναι,用以具体说明所受指控的内容,即企图对国王图谋不轨。
  3. §17.80.3πεπιστευμένον δὲ τοὺς βασιλικοὺς θησαυροὺς — 源自双宾语动词的被动结构。在主动语态中,πιστεύω 接人(与格)和物(宾格),意为“将某物委托给某人”。在被动语态中,原本作为与格的人(此处为修饰帕曼纽的分词 πεπιστευμένον)成为主语,而所委托之物(τοὺς βασιλικοὺς θησαυροὺς)则继续保留在宾格。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §17.80.1-17.80.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.80.1-17.80.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。