§17.79.1κατὰ δὲ τούτους τοὺς καιροὺς περιέπεσε πράξει μοχθηρᾷ καὶ τῆς ἰδίας χρηστότητος ἀλλοτρίᾳ.
在此时期,亚历山大陷入了一起棘手的事件中,这与他一贯的宽大慷慨相违背。
τῶν γὰρ φίλων τις τοῦ βασιλέως ὄνομα Δίμνος, μεμψιμοιρήσας τῷ βασιλεῖ περί τινων καὶ τῷ θυμῷ προπεσών, ἐπιβουλὴν συνεστήσατο κατʼ αὐτοῦ.
原来,在国王的朋友中有一位名叫迪姆诺斯的人,因某些事情对国王心怀怨言,且在愤怒之下失去了理智,便策划了一场针对国王的阴谋。
§17.79.2ἔχων δʼ ἐρώμενον Νικόμαχον τοῦτον ἔπεισε κοινωνῆσαι τῆς ἐπιβουλῆς.
他有一个名叫尼科马科斯的爱人,并说服其参与这一阴谋。
οὗτος δὲ νέος ὢν παντελῶς ἀνεκοινώσατο τὴν πρᾶξιν τῷ ἀδελφῷ Κεβαλίνῳ.
而这个年轻人由于十分年幼,便将此事透露给了他的哥哥克巴里努斯。
ὁ δὲ φοβηθεὶς μὴ φθάσῃ τις τῶν συνειδότων καὶ δηλώσῃ τὴν ἐπιβουλὴν τῷ βασιλεῖ, αὐτὸς ἔκρινε μηνῦσαι.
克巴里努斯担心知情人中会有人抢先向国王告发这一阴谋,便决定自己去举报。
§17.79.3παρελθὼν οὖν ἐπὶ τὴν αὐτὴν καὶ συντυχὼν Φιλώτᾳ καὶ διαλεχθεὶς παρεκελεύετο τὴν ταχίστην ἀπαγγεῖλαι τῷ βασιλεῖ τὴν πρᾶξιν.
于是他来到宫廷,遇到了菲罗塔斯并与他交谈,极力敦促他尽快向国王报告此事。
ὁ δὲ Φιλώτας εἴτε καὶ διὰ τὸ κοινωνεῖν τῆς ἐπιβουλῆς εἴτε καὶ διὰ ῥᾳθυμίαν τὸν ῥηθέντα λόγον ἀργῶς ἐδέξατο καὶ παρελθὼν πρὸς τὸν Ἀλέξανδρον καὶ πολλῆς καὶ παντοδαπῆς κοινολογίας μετασχὼν οὐδὲν τῶν ὑπὸ Κεβαλίνου ῥηθέντων ἀπήγγειλεν.
然而,菲罗塔斯不知是因为自己也是阴谋的同谋,还是因为疏忽大意,对这番话不以为意;他来到亚历山大面前,参与了长时间且多方面的交谈,却对克巴里努斯所说的话一字未提。
§17.79.4ἐξελθὼν δὲ πρὸς τὸν Κεβαλῖνον εἶπεν ὅτι καιρὸν ἐπιτήδειον οὐκ ἔσχε διασαφῆσαι, ἐπηγγέλλετο δὲ τῇ ὑστεραίᾳ συντεύξεσθαι μόνῳ τῷ βασιλεῖ καὶ πάντα δηλώσειν τὰ ῥηθέντα.
退朝后,他来到克巴里努斯面前,说自己没有找到合适的时机说明此事,但许诺第二天会单独拜见国王并陈述所告知的一切。
τὸ δὲ αὐτὸ πράξαντος τοῦ Φιλώτου καὶ τῇ ὑστεραίᾳ ὁ Κεβαλῖνος, εὐλαβηθεὶς μὴ διʼ ἑτέρου μηνύσεως γενομένης αὐτὸς κινδυνεύσῃ, τὸν μὲν Φιλώταν παρέπεμψε, τῶν τὲ βασιλικῶν τινι παίδων προσελθὼν καὶ τὰ κατὰ μέρος ἀπαγγείλας ἠξίωσε τὴν ταχίστην ἀπαγγεῖλαι τῷ βασιλεῖ.
当第二天菲罗塔斯又做出了同样的事情时,克巴里努斯担心如果通过别人告发,自己会陷入危险,于是他避开了菲罗塔斯,转而找到一名王室侍从,详细告知了事情的经过,并请求他尽快向国王报告。
§17.79.5ὁ δὲ τὸν μὲν Κεβαλῖνον εἰς τὴν ὁπλοθήκην εἰσαγαγὼν ἀπέκρυψεν, αὐτὸς δὲ τῷ βασιλεῖ μεταξὺ λουομένῳ προσελθὼν ἀπήγγειλε τὰ ῥηθέντα καὶ διότι τὸν Κεβαλῖνον παρʼ ἑαυτῷ φυλάττει.
那名侍从便将克巴里努斯带进军械库藏了起来,而他自己则在国王沐浴时走上前去,报告了所听说的事,并说明克巴里努斯正由自己看管。
ὁ δὲ βασιλεὺς καταπλαγεὶς εὐθὺς τόν τε Δίμνον συνέλαβε καὶ μαθὼν ἅπαντα μετεπέμψατο τόν τε Κεβαλῖνον καὶ τὸν Φιλώταν.
国王大为震惊,立即下令逮捕了迪姆诺斯,在查明一切后,召见了克巴里努斯和菲罗塔斯。
§17.79.6ἀνακρινομένων δʼ ἁπάντων καὶ τῆς πράξεως ἐξεταζομένης ὁ μὲν Δίμνος ἑαυτὸν κατέσφαξε, τοῦ δὲ Φιλώτου ῥᾳθυμίαν μὲν ἑαυτοῦ προσομολογήσαντος, τὴν δʼ ἐπιβουλὴν ἀπαρνουμένου τὴν κρίσιν ὑπὲρ τούτου τοῖς Μακεδόσιν ἐπέτρεψεν.
在所有人接受审讯、阴谋受到调查的过程中,迪姆诺斯自刃身亡;而菲罗塔斯虽然承认了自己的疏忽,却否认参与阴谋,于是国王将关于他的审判交给了马其顿人。