Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §17.66.1-17.66.7

苏萨的财宝与达雷乌斯餐桌用作脚凳

第 671 段,共 723 段 · 希腊语

内容简介

亚历山大在苏萨获得了巨额财宝,当他坐上过大的宝座时,侍从将达雷乌斯的餐桌垫在他脚下。他反省此举过于傲慢并试图撤走餐桌,但在菲罗塔斯的劝说下将其视为吉兆而予以保留。

§17.66.1ὁ δὲ Ἀλέξανδρος παραλαβὼν τὴν πόλιν καὶ τοὺς ἐν τοῖς βασιλείοις θησαυροὺς εὗρεν ἀσήμου χρυσοῦ καὶ ἀργύρου πλείω τῶν τετρακισμυρίων ταλάντων.
亚历山大接管了城市和皇宫内的财宝,发现未经铸造的金银有四万多塔兰特。
§17.66.2ταῦτα δὲ ἐκ πολλῶν χρόνων οἱ βασιλεῖς ἄθικτα διετήρησαν, πρὸς τὰ παράλογα τῆς τύχης ἀπολιπόντες αὑτοῖς καταφυγάς.
历代国王长期以来完好无损地保存着这些财宝,将它们留作自己应对命运无常的避难所。
χωρὶς δὲ τούτων ὑπῆρχεν ἐνακισχίλια τάλαντα χρυσοῦ χαρακτῆρα δαρεικὸν ἔχοντα.
除此以外,还有九千塔兰特印有达雷克图章的金币。
§17.66.3ἴδιον δέ τι συνέβη γενέσθαι τῷ βασιλεῖ κατὰ τὴν παράληψιν τῶν χρημάτων.
在接收这些财务时,国王遇到了一件奇特的事情。
καθίσαντος γὰρ αὐτοῦ ἐπὶ τὸν βασιλικὸν θρόνον καὶ τούτου μείζονος ὄντος ἢ κατὰ τὴν συμμετρίαν τοῦ σώματος, τῶν παίδων τις ἰδὼν τοὺς πόδας ἀπολείποντας πολὺ τοῦ κατὰ τὸν θρόνον ὑποβάθρου βαστάσας τὴν Δαρείου τράπεζαν ὑπέθηκε τοῖς ποσὶν αἰωρουμένοις.
因为当他坐上宝座时,发现宝座的尺寸比他的身体比例大得多,侍童中的一人看到他的双脚悬空、离宝座的脚凳还差很远,便抬起达雷乌斯的餐桌,垫在他悬空的双脚下。
§17.66.4ἁρμοστῆς δὲ γενομένης ὁ μὲν βασιλεὺς ἀπεδέξατο τὴν τοῦ πράξαντος εὐστοχίαν, τῶν δὲ παρεστώτων τις τῷ θρόνῳ εὐνοῦχος κινηθεὶς τὴν ψυχὴν τῇ μεταβολῇ τῆς τύχης ἐδάκρυσεν.
当餐桌恰好合适时,国王对做这事的人的机敏表示赞许;但站在宝座旁的一名宦官因命运的急剧转变而心生感触,流下了眼泪。
§17.66.5ὃν ἰδὼν ὁ Ἀλέξανδρος ἤρετο, τί κακὸν ἰδὼν γεγονὸς κλαίεις;
亚历山大看到他,便问:“你看到了什么不幸的事发生,以至于哭泣?
ὁ δὲ εὐνοῦχος ἔφησε, νῦν μὲν σός εἰμι δοῦλος, πρότερον δὲ Δαρείου, καὶ φύσει φιλοδέσποτος ὢν ἤλγηκα ἰδὼν τὸ παρʼ ἐκείνῳ μάλιστα τιμώμενον νῦν ἄτιμον γεγονὸς σκεῦος.
”宦官说:“现在我是您的奴隶,而以前是达雷乌斯的。 我天生忠于主人,看到昔日在他那里最受尊崇的器物,如今竟变成卑微的脚垫,因此感到痛心。
§17.66.6ὁ δὲ βασιλεὺς διὰ τῆς ἀποκρίσεως λαβὼν ἔννοιαν τῆς ὅλης κατὰ τὴν Περσικὴν βασιλείαν μεταβολῆς ὑπέλαβεν ἑαυτὸν ὑπερήφανόν τι πεποιηκέναι καὶ τῆς πρὸς τὰς αἰχμαλωτίδας ἐπιεικείας ἀλλοτριώτατον.
” 国王从这番回答中领悟到了整个波斯王权巨变的意义,认为自己做了一件傲慢的事,完全违背了对女俘虏们的宽仁。
§17.66.7διόπερ προσκαλεσάμενος τὸν θέντα τὴν τράπεζαν ἐπέταξεν ἆραι πάλιν.
因此,他召来那个放置餐桌的人,命令他将桌子重新拿走。
ἐνταῦθα παρεστὼς Φιλώτας, ἀλλʼ οὐχ ὕβρις ἐστίν, εἶπεν, τὸ μὴ ὑπὸ σοῦ προσταχθέν, ἀλλὰ δαίμονός τινος ἀγαθοῦ προνοίᾳ καὶ βουλήσει.
这时站在一旁的菲罗塔斯说:“但这并非傲慢之举,因为这并不是由你下令做的,而是由于某个善神的预见和意志。
ὁ δὲ βασιλεὺς οἰωνισάμενος τὸ ῥηθὲν προσέταξεν ἐᾶν κειμένην ὑπὸ τῷ θρόνῳ τὴν τράπεζαν.
”国王将这话视为吉兆,便命令将餐桌继续留在宝座下方。

词汇与语法注释

  1. §17.66.1ἀσήμου χρυσοῦ καὶ ἀργύρου — 形容词 `ἀσήμου`(未铸造的、金银块的)同时修饰属格名词 `χρυσοῦ`(金)和 `ἀργύρου`(银)。
  2. §17.66.3καθίσαντος γὰρ αὐτοῦ ἐπὶ τὸν βασιλικὸν θρόνον καὶ τούτου μείζονος ὄντος — 由连词 `καί` 并列了两个属格独立结构。前者的主语指示代名词 `αὐτοῦ` 指代亚历山大,后者的主语 `τούτου` 指代宝座(`βασιλικὸν θρόνον`)。
  3. §17.66.3ἢ κατὰ τὴν συμμετρίαν τοῦ σώματος — 紧跟在比较级 `μείζονος` 之后,介词 `κατά`(与……相称、相较于)带宾格表示比较的标准,意为“与其身体的比例相比更大”。
  4. §17.66.4ἁρμοστῆς δὲ γενομένης — 属格独立结构。使用了阴性单数分词 `γενομένης`,在语境中,前句的阴性名词 `τράπεζα`(餐桌)作为主语被省略,或者该“契合”的行为本身被抽象地理解为阴性主语。
  5. §17.66.6ὑπέλαβεν ἑαυτὸν ὑπερήφανόν τι πεποιηκέναι — 由动词 `ὑπέλαβεν`(认为)引导的宾格加不定式结构(対格不定詞構文)。反身代词宾格 `ἑαυτόν` 作为完成时不定式 `πεποιηκέναι` 的逻辑主语,明确指出不定式的动作发出者与主句主语(亚历山大)为同一人。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §17.66.1-17.66.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.66.1-17.66.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。