Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §17.57.1-17.57.6

马其顿军的布阵与应对镰刀战车之策

第 662 段,共 723 段 · 希腊语

内容简介

详细描述了高加米拉战役中马其顿军队的排兵布阵,以及亚历山大为应对波斯镰刀战车袭击而作出的战术指示。

§17.57.1ἐπὶ μὲν οὖν τὸ δεξιὸν κέρας ἔταξε τὴν βασιλικὴν εἴλην, ἧς εἶχε τὴν ἡγεμονίαν Κλεῖτος ὁ μέλας ὀνομαζόμενος, ἐχομένους δὲ ταύτης τοὺς ἄλλους φίλους, ὧν ἡγεῖτο Φιλώτας ὁ Παρμενίωνος, ἑξῆς δὲ τὰς ἄλλας ἱππαρχίας ἑπτὰ τεταγμένας ὑπὸ τὸν αὐτὸν ἡγεμόνα.
于是,在右翼他部署了王室骑兵卫队,由被称为“黑克利图斯”的人指挥;紧邻该队的是由帕梅尼翁之子菲罗塔斯率领的其他“伙友”骑兵,紧接着是在同一指挥官下整列的其他七个骑兵大队。
§17.57.2ὄπισθεν δὲ τούτων ὑπετάγη τὸ τῶν ἀργυρασπίδων πεζῶν τάγμα, διαφέρον τῇ τε τῶν ὅπλων λαμπρότητι καὶ τῇ τῶν ἀνδρῶν ἀρετῇ· καὶ τούτων ἡγεῖτο Νικάνωρ ὁ Παρμενίωνος.
在这些部队的后方,部署了以武器精良和士兵勇猛著称的银盾步兵大队,由帕梅尼翁之子尼卡诺尔指挥。
ἐχομένην δὲ τούτων ἔστησε τὴν Ἐλιμιῶτιν καλουμένην στρατηγίαν, ἧς Κοῖνος ἡγεῖτο, ἑξῆς δὲ τὴν τῶν Ὀρεστῶν καὶ Λυγκηστῶν τάξιν ἔστησε, Περδίκκου τὴν στρατηγίαν ἔχοντος.
紧邻该队,他部署了由科인诺斯指挥的被称为埃利米奥蒂斯的部队,紧接着部署了由佩尔迪卡斯指挥的奥雷斯泰和林克斯泰的部队。
καὶ τὴν μὲν ἐχομένην στρατηγίαν Μελέαγρος εἶχε, τὴν δὲ συνεχῆ ταύτης Πολυπέρχων, τεταγμένων ὑπʼ αὐτὸν τῶν ὀνομαζομένων Στυμφαίων.
紧邻该队的部队由梅列阿革洛斯指挥,与之相连的则由波里佩孔指挥,其部下整列着被称为斯廷法伊亚人的士兵。
§17.57.3Φίλιππος δʼ ὁ Βαλάκρου τὴν συνεχῆ ταύτης στρατηγίαν ἐπλήρου καὶ τῆς μετὰ ταύτην Κρατερὸς ἡγεῖτο.
巴拉克罗斯之子腓力填补了与之相连的部队,其后的部队由克拉特鲁斯指挥。
τῶν δὲ προειρημένων ἱππέων τὴν συνεχῆ τάξιν ἀπεπλήρουν οἱ ἀπὸ Πελοποννήσου καὶ Ἀχαΐας συστρατεύσαντες ἱππεῖς καὶ Φθιῶται καὶ Μαλιεῖς, ἔτι δὲ Λοκροὶ καὶ Φωκεῖς, ὧν ἡγεῖτο Ἐρίγυιος ὁ Μιτυληναῖος.
紧接上述骑兵的阵线,由来自伯罗奔尼撒和亚该亚一同参军的骑兵,以及弗西奥蒂斯人、马利斯人,还有洛克里斯人和福基斯人填补,他们由米蒂利尼的埃里吉乌斯指挥。
§17.57.4ἑξῆς δʼ εἱστήκεισαν Θετταλοί, Φίλιππον μὲν ἔχοντες ἡγεμόνα, ἀνδρείᾳ δὲ καὶ τῇ τῶν εἰλῶν ἱππασίᾳ πολὺ προέχοντες τῶν ἄλλων.
紧接着站立的是帖萨利亚人,由腓力担任指挥官,他们在勇气和骑兵队的马术上远超旁人。
ἐχομένους δὲ τούτων τοὺς ἐκ Κρήτης τοξότας ἔταξε καὶ τοὺς ἐκ τῆς Ἀχαΐας μισθοφόρους.
紧邻他们,他部署了来自克里特岛的弓箭手和来自亚该亚的雇佣兵。
§17.57.5ἐφʼ ἑκατέρου δὲ τοῦ κέρατος ἐπικάμπιον ἐποίησε τὴν τάξιν, ὅπως μὴ δύνωνται κυκλοῦν οἱ πολέμιοι τῷ πλήθει τῶν στρατιωτῶν τὴν ὀλιγότητα τῶν Μακεδόνων.
在两翼,他将阵型作了折角弯曲,以便敌军不能凭借其士兵的众多来包围人数较少的马其顿人。
§17.57.6πρὸς δὲ τὰς τῶν δρεπανηφόρων ἁρμάτων ἐπιφορὰς μηχανώμενος ὁ βασιλεὺς παρήγγειλε τοῖς ἐν τῇ φάλαγγι πεζοῖς, ὅταν πλησιάζῃ τὰ τέθριππα, συνασπίσαι καὶ ταῖς σαρίσαις τὰς ἀσπίδας τύπτειν, ὅπως διὰ τὸν ψόφον πτυρόμενα τὴν εἰς τοὐπίσω ποιήσηται φοράν, τοῖς δὲ βιαζομένοις διδόναι διαστήματα, διʼ ὧν ποιήσονται τὴν διέξοδον ἀκίνδυνον τοῖς Μακεδόσιν.
为了应对镰刀战车的冲击,国王设计了一个方案,命令方阵中的步兵:当四马战车临近时,要紧锁盾牌,并用萨里沙长枪击打盾牌,以便战车因这股噪音受惊而折返;而对于那些强行冲过来的战车,则让出空隙,使它们通过,从而不给马其顿人带来危险。
αὐτὸς δὲ τοῦ δεξιοῦ μέρους ἡγούμενος καὶ λοξὴν τὴν τάξιν ποιούμενος διʼ ἑαυτοῦ τὴν ὅλην κρίσιν τοῦ κινδύνου ποιεῖσθαι διεγνώκει.
他自己亲自率领右翼,并将阵型调整为斜行阵,决定由他自己来为整个战局作最后决战。

词汇与语法注释

  1. 17.57.1ἐχομένους — 分词 `ἐχομένους` 是 `ἔχομαι`(意为“紧邻”、“接壤”,支配属格)的现在分词中动态,修饰前面的 `τοὺς ἄλλους φίλους`,并以 `ταύτης`(指上文的骑兵队)为其属格补足语。
  2. 17.57.2τεταγμένων — 短语 `τεταγμένων ὑπʼ αὐτὸν τῶν ὀνομαζομένων Στυμφαίων` 为属格独立结构,其中 `τῶν ὀνομαζομένων Στυμφαίων` 作逻辑主语,`τεταγμένων`(完成时态被动分词)作逻辑谓语。
  3. 17.57.6ποιήσηται — 虚拟语气动词 `ποιήσηται` 为单数形式,但其逻辑主语是中性复数名词 `τὰ τέθριππα`(四马战车),这符合古典希腊语中“中性复数主语使用单数动词”的标准语法规则。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §17.57.1-17.57.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.57.1-17.57.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。