§17.57.1ἐπὶ μὲν οὖν τὸ δεξιὸν κέρας ἔταξε τὴν βασιλικὴν εἴλην, ἧς εἶχε τὴν ἡγεμονίαν Κλεῖτος ὁ μέλας ὀνομαζόμενος, ἐχομένους δὲ ταύτης τοὺς ἄλλους φίλους, ὧν ἡγεῖτο Φιλώτας ὁ Παρμενίωνος, ἑξῆς δὲ τὰς ἄλλας ἱππαρχίας ἑπτὰ τεταγμένας ὑπὸ τὸν αὐτὸν ἡγεμόνα.
さて、右翼には、黒いクレイトスと呼ばれる者が指揮する王の精鋭騎兵部隊を配置し、これに隣接して、パルメニオンの息子フィロタスが率いる他の「友人たち」の部隊を、さらにその次には、同じ指揮官の下に整列した他の七つの騎兵大隊を配置した。
§17.57.2ὄπισθεν δὲ τούτων ὑπετάγη τὸ τῶν ἀργυρασπίδων πεζῶν τάγμα, διαφέρον τῇ τε τῶν ὅπλων λαμπρότητι καὶ τῇ τῶν ἀνδρῶν ἀρετῇ·
これらの背後には、武具のきらびやかさと兵士たちの武勇において傑出した、銀盾歩兵の部隊が配置された。
καὶ τούτων ἡγεῖτο Νικάνωρ ὁ Παρμενίωνος.
これを率いていたのはパルメニオンの息子ニカノールであった。
ἐχομένην δὲ τούτων ἔστησε τὴν Ἐλιμιῶτιν καλουμένην στρατηγίαν, ἧς Κοῖνος ἡγεῖτο, ἑξῆς δὲ τὴν τῶν Ὀρεστῶν καὶ Λυγκηστῶν τάξιν ἔστησε, Περδίκκου τὴν στρατηγίαν ἔχοντος.
これに隣接して、彼はコイノスが率いるエリミオティスと呼ばれる部隊を配置し、その次には、ペルディッカスが指揮を執るオレステスおよびリュンケステスの部隊を配置した。
καὶ τὴν μὲν ἐχομένην στρατηγίαν Μελέαγρος εἶχε, τὴν δὲ συνεχῆ ταύτης Πολυπέρχων, τεταγμένων ὑπʼ αὐτὸν τῶν ὀνομαζομένων Στυμφαίων.
そして、これに隣接する部隊はメレアグロスが指揮し、これに続く部隊は、いわゆるスティンパイア人と呼ばれる者たちを配下に置くポリュペルコンが率いた。
§17.57.3Φίλιππος δʼ ὁ Βαλάκρου τὴν συνεχῆ ταύτης στρατηγίαν ἐπλήρου καὶ τῆς μετὰ ταύτην Κρατερὸς ἡγεῖτο.
バラクロスの息子フィリッポスがこれに続く部隊を指揮し、その次の部隊はクラテロスが率いた。
τῶν δὲ προειρημένων ἱππέων τὴν συνεχῆ τάξιν ἀπεπλήρουν οἱ ἀπὸ Πελοποννήσου καὶ Ἀχαΐας συστρατεύσαντες ἱππεῖς καὶ Φθιῶται καὶ Μαλιεῖς, ἔτι δὲ Λοκροὶ καὶ Φωκεῖς, ὧν ἡγεῖτο Ἐρίγυιος ὁ Μιτυληναῖος.
先述の騎兵たちに続く列は、ペロポネソスとアカイアから従軍した騎兵たち、およびフティオティス人とマリエス人、さらにはロクリス人とフォキス人によって構成され、これらをミュティレネのエリギュイオスが率いた。
§17.57.4ἑξῆς δʼ εἱστήκεισαν Θετταλοί, Φίλιππον μὲν ἔχοντες ἡγεμόνα, ἀνδρείᾳ δὲ καὶ τῇ τῶν εἰλῶν ἱππασίᾳ πολὺ προέχοντες τῶν ἄλλων.
その次にはテッサリア人たちが整列しており、彼らはフィリッポスを指揮官とし、勇気と騎兵隊の操馬技術において他を大きく凌駕していた。
ἐχομένους δὲ τούτων τοὺς ἐκ Κρήτης τοξότας ἔταξε καὶ τοὺς ἐκ τῆς Ἀχαΐας μισθοφόρους.
これらに隣接して、王はクレータ島からの弓兵たちとアカイアからの傭兵たちを配置した。
§17.57.5ἐφʼ ἑκατέρου δὲ τοῦ κέρατος ἐπικάμπιον ἐποίησε τὴν τάξιν, ὅπως μὴ δύνωνται κυκλοῦν οἱ πολέμιοι τῷ πλήθει τῶν στρατιωτῶν τὴν ὀλιγότητα τῶν Μακεδόνων.
また、両翼においては、敵がその兵力の多さによって、人数の少ないマケドニア軍を包囲することができないように、陣形を斜めに屈曲させた。
§17.57.6πρὸς δὲ τὰς τῶν δρεπανηφόρων ἁρμάτων ἐπιφορὰς μηχανώμενος ὁ βασιλεὺς παρήγγειλε τοῖς ἐν τῇ φάλαγγι πεζοῖς, ὅταν πλησιάζῃ τὰ τέθριππα, συνασπίσαι καὶ ταῖς σαρίσαις τὰς ἀσπίδας τύπτειν, ὅπως διὰ τὸν ψόφον πτυρόμενα τὴν εἰς τοὐπίσω ποιήσηται φοράν, τοῖς δὲ βιαζομένοις διδόναι διαστήματα, διʼ ὧν ποιήσονται τὴν διέξοδον ἀκίνδυνον τοῖς Μακεδόσιν.
鎌戦車の突撃に対する備えとして、王はファランクスの歩兵たちに、四頭立ての戦車が接近してきた際には盾を密着させ、サリサで盾を叩くように命じた。 それは、その騒音によって戦車を怯えさせ、後方へと逃走させるためであり、また、なおも突き進んでくる戦車に対しては隙間を開けてやり、そこを通り抜けさせることで、マケドニア兵に危険が及ばないようにするためであった。
αὐτὸς δὲ τοῦ δεξιοῦ μέρους ἡγούμενος καὶ λοξὴν τὴν τάξιν ποιούμενος διʼ ἑαυτοῦ τὴν ὅλην κρίσιν τοῦ κινδύνου ποιεῖσθαι διεγνώκει.
彼自身は右翼を率いて陣形を斜めにし、自らの手で戦闘全体の決着をつけることを決意していた。