Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §17.50.1-17.50.7

阿蒙圣域的环境与太阳泉

第 655 段,共 723 段 · 希腊语

内容简介

作者描绘了阿蒙神庙所在绿洲的宜人气候与地理环境,详细叙述了拥有三重围墙的卫城、随时间变化水温的奇特“太阳泉”,以及通过独特仪式传达神谕的阿蒙神像。

§17.50.1ἡ δὲ περὶ τὸ ἱερὸν τοῦτο χώρα περιέχεται ὑπὸ ἐρήμου καὶ ἀνύδρου τῆς ἀμμώδους, πάσης φιλανθρωπίας ἐστερημένης.
该神庙周围的地区被一片缺水且多沙的荒漠所包围,缺乏一切人类生息的痕迹。
αὐτὴ δʼ ἐπὶ μῆκος καὶ πλάτος ἐπὶ σταδίους πεντήκοντα παρήκουσα πολλοῖς μὲν καὶ καλοῖς ὕδασι ναματιαίοις διαρρεῖται, δένδρων δὲ παντοδαπῶν καὶ μάλιστα καρπίμων πληθύει·
然而,这片绿洲本身在长度和宽度上延伸达五十斯塔迪翁,被许多优美涌动的泉水所灌溉,并生长着各种各样的树木,尤其是果树。
καὶ τὸν μὲν ἀέρα τῇ κράσει παραπλήσιον ἔχει ταῖς ἐαριναῖς ὥραις, τόποισδὲ καυματώδεσι περιεχομένη μόνη παρηλλαγμένην παρέχεται τοῖς ἐνδιατρίβουσι τὴν εὐκρασίαν.
这里的气候与春季非常相似,尽管周围都是酷热的地区,唯独这里能给停留于此的人提供无比宜人的舒适温和气候。
§17.50.2τὸ μὲν οὖν τέμενός φασιν ἱδρύσασθαι Δαναὸν τὸν Αἰγύπτιον, τὴν δὲ ἱερὰν τοῦ θεοῦ χώραν περιοικοῦσι κατὰ μὲν τὴν μεσημβρίαν καὶ δύσιν Αἰθίοπες, κατὰ δὲ τὴν ἄρκτον Λιβύων νομαδικὸν ἔθνος καὶ πρὸς τὴν μεσόγειον ἀνῆκον τὸ τῶν Νασαμώνων ὀνομαζομένων ἔθνος.
人们说,这片圣域是由埃及人达那奥斯所建立的。 在神圣土地的周围,南面和西面居住着埃塞俄比亚人,北面居住着利比亚人的游牧部落,而向内陆延伸的地区则居住着被称为纳萨莫内斯的部落。
§17.50.3τῶν δʼ Ἀμμωνίων κωμηδὸν οἰκούντων κατὰ μέσην αὐτῶν τὴν χώραν ἀκρόπολις ὑπάρχει τριπλοῖς ὠχυρωμένη τοῖς τείχεσι·
尽管阿蒙人以村落形式居住,但在他们土地的中央有一座由三重城壁加固的卫城。
καὶ ταύτης ὁ μὲν πρῶτος περίβολος ἔχει τῶν ἀρχαίων δυναστῶν βασίλεια, ὁ δʼ ἕτερος τὴν γυναικωνῖτιν αὐλὴν καὶ τὰς τῶν τέκνων καὶ γυναικῶν καὶ συγγενῶν οἰκήσεις καὶ φυλακτήρια τῶν σκοπῶν, ἔτι δὲ τὸν τοῦ θεοῦ σηκὸν καὶ τὴν ἱερὰν κρήνην, ἀφʼ ἧς τὰ τῷ θεῷ προσφερόμενα τυγχάνει τῆς ἁγνείας, ὁ δὲ τρίτος τὰς τῶν δορυφόρων καταλύσεις καὶ τὰ φυλακτήρια τῶν τὸν τύραννον δορυφορούντων.
这第一重围墙内有古代统治者的宫殿;第二重围墙内有后宫、子女、妻子和亲属的住所,以及哨兵的卫所,此外还有神的圣所和圣泉,奉献给神的祭品正是从这口泉水中获得净化;第三重围墙内则有近卫军的宿营地和保护统治者的卫兵所。
§17.50.4καθίδρυται δὲ τῆς ἀκροπόλεως ἐκτὸς οὐ μακρὰν ἕτερος ναὸς Ἄμμωνος πολλοῖς καὶ μεγάλοις δένδροις σύσκιος.
在卫城之外不远处,还建有另一座阿蒙神庙,掩映在许多高大繁茂的树木阴影之中。
τούτου δὲ πλησίον ὑπάρχει κρήνη διὰ τὸ συμβεβηκὸς ὀνομαζομένη Ἡλίου κρήνη·
在这座神庙附近有一口因其特异性质而被命名为“太阳泉”的泉水。
αὕτη δὲ τὸ ὕδωρ ἔχει συμμεταβαλλόμενον αἰεὶ ταῖς ἡμεριναῖς ὥραις παραδόξως.
这口泉水的水温在一天的时间里会发生极其奇妙的、不断的周期性变化。
§17.50.5ἅμʼ ἡμέρᾳ γὰρ ἐξίησι τὴν πηγὴν χλιαράν, προϊούσης δὲ τῆς ἡμέρας τῇ προσθέσει τῶν ὡρῶν ἀνάλογον καταψύχεται, τοῦ μεσημβρινοῦ δὲ καύματος ἀκμάζει τῇ ψυχρότητι·
因为在拂晓时分,泉眼涌出的水是温热的,但随着一天的推移,与时间的增加相对应,水温逐渐变冷,在正午酷热时分,其冷度达到顶峰。
πάλιν δὲ ἀνάλογον ἀπολήγει πρὸς τὴν ἑσπέραν καὶ τῆς νυκτὸς ἐπιλαβούσης ἀναθερμαίνεται μέχρι μέσων νυκτῶν καὶ τὸ λοιπὸν ἀπολήγει, μέχρι ἂν ἅμα τῷ φωτὶ πρὸς τὴν ἐξ ἀρχῆς ἀποκατασταθῇ τάξιν.
随后,到了傍晚,冷度又相应减退,入夜后水温逐渐回升,直到半夜达到最热,此后温度再度下降,直到天亮时恢复到最初的温热状态。
§17.50.6τὸ δὲ τοῦ θεοῦ ξόανον ἐκ σμαράγδων καί τινων ἄλλων πολυτελῶν λίθων περιέχεται καὶ τὴν μαντείαν ἰδιάζουσαν παντελῶς ποιεῖται.
神的神像上镶嵌着祖母绿和其他一些昂贵的宝石,并以一种完全独特的方式传达神谕。
ἐπὶ νεὼς γὰρ περιφέρεται χρυσῆς ὑπὸ ἱερέων ὀγδοήκοντα·
它被八十位祭司用金船抬着移动。
οὗτοι δʼ ἐπὶ τῶν ὤμων φέροντες τὸν θεὸν προάγουσιν αὐτομάτως ὅπου ποτʼ ἂν ἄγῃ τὸ τοῦ θεοῦ νεῦμα τὴν πορείαν.
这些祭司将神像抬在肩上,神像的动作指引着行进的方向,他们便自然而然地向着神指引的方向前进。
§17.50.7συνακολουθεῖ δὲ πλῆθος παρθένων καὶ γυναικῶν παιᾶνας ᾀδουσῶν κατὰ πᾶσαν τὴν ὁδὸν καὶ πατρίῳ καθυμνούντων ᾠδῇ τὸν θεόν.
大批少女和妇女随行在后,在整条道路上唱着赞歌,用传统的歌谣颂扬神明。

词汇与语法注释

  1. 17.50.1αὐτὴ δʼ ἐπὶ μῆκος καὶ πλάτος ἐπὶ σταδίους πεντήκοντα παρήκουσα — 现在分词 παρήκουσα(源自 παρήκω,“延伸”)作定语修饰前置名词 χώρα(此处指阿蒙绿洲)。宾格名词短语 ἐπὶ μῆκος καὶ πλάτος(“在长度和宽度上”)和 ἐπὶ σταδίους πεντήκοντα(“达五十斯塔迪翁”)具体限定了该分词所表示的空间范围。
  2. 17.50.2τὸ μὲν οὖν τέμενός φασιν ἱδρύσασθαι Δαναὸν τὸν Αἰγύπτιον — 由无人称复数动词 φασίν(“人们说”)引导的宾格加不定式结构(对格不定式)。Δαναὸν τὸν Αἰγύπτιον 作不定式 ἱδρύσασθαι 的逻辑主语,而 τὸ τέμενος 是其直接宾语。因为 τέμενος 是中性名词,其宾格形式与主格相同,但在此处语境中作宾语。
  3. 17.50.5τοῦ μεσημβρινοῦ δὲ καύματος — 时间属格(表示在某一时间段内),意为“在正午酷热的时分”。亦可理解为与动词 ἀκμάζει(“达到顶点”)连用的关联属格,但在描述时间推移的语境下,它主要起到指定时间段的作用。
  4. 17.50.6ὅπου ποτʼ ἂν ἄγῃ τὸ τοῦ θεοῦ νεῦμα τὴν πορείαν — 由关系副词 ὅπου、语气词 ἄν(此处与 ποτέ 结合)以及虚拟语气动词 ἄγῃ 构成的条件性关系从句,表示一般性或重复发生的情况:“无论神的示意指引行进往何处”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §17.50.1-17.50.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.50.1-17.50.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。