§17.51.1τοῦ δʼ Ἀλεξάνδρου διὰ τῶν ἱερέων εἰσαχθέντος εἰς τὸν νεὼν καὶ τὸν θεὸν κατανοήσαντος ὁ μὲν προφητεύων ἀνὴρ πρεσβύτερος τὴν ἡλικίαν προσελθὼν αὐτῷ, χαῖρε, εἶπεν, ὦ παῖ· καὶ ταύτην παρὰ τοῦ θεοῦ ἔχε τὴν πρόσρησιν.
当亚历山大被祭司们引入神殿并注视着神像时,一位年迈的先知走近他,说道:“欢迎,我的孩子,且接受这来自神明的问候吧。
§17.51.2ὁ δʼ ὑπολαβών, δέχομαι, φησίν, ὦ πάτερ, καὶ τὸ λοιπὸν κεκλήσομαι σός.
” 他接话道:“我接受,父亲,从此以后我将被称作您的孩子。
ἀλλʼ εἰπέ μοι εἴ μοι δίδως τὴν ἁπάσης τῆς γῆς ἀρχήν.
但是请告诉我,您是否将整座大地的统治权赐予我。
τοῦ δὲ ἱερέως προσελθόντος τῷ σηκῷ καὶ τῶν ἀνδρῶν τῶν αἰρόντων τὸν θεὸν κινηθέντων τεταγμένοις τισὶ τῆς φωνῆς συμβόλοις ὁ μὲν ἀνεῖπεν βεβαίως αὐτῷ διδόναι τὸν θεὸν τὴν αἴτησιν, ὁ δʼ Ἀλέξανδρος ὑπολαβών, τὸ λοιπόν, εἶπεν, ὦ δαῖμον, ἀπόφηναί μοι τῶν ζητουμένων, εἰ πάντας ἤδη μετελήλυθα τοὺς γενομένους φονεῖς τοῦ πατρὸς ἤ τινες διαλελήθασιν.
”当祭司走近圣所,抬着神像的人们根据某些约定的声音信号移动时,先知便宣布神明确实应允了他的请求。 亚历山大接话道:“那么,神明啊,请回答我的问题,我是否已经惩办了所有谋害我父亲的凶手,还是有人逃脱了制裁?
§17.51.3ὁ δὲ προφήτης ἀνεβόησεν εὐφήμει·
” 先知大声喊道:“别说不吉利的话!
οὐδένα γὰρ ἀνθρώπων ὑπάρχειν τὸν δυνησόμενον ἐπιβουλεῦσαι τῷ γεννήσαντι αὐτόν, τοὺς δὲ τοῦ Φιλίππου φονεῖς ἅπαντας τετευχέναι τιμωρίας.
因为没有任何人能够阴谋陷害生你的父亲,而腓力的凶手们都已受到了惩罚。
τεκμήρια δʼ ἔσεσθαι τῆς ἐκ τοῦ θεοῦ γενέσεως τὸ μέγεθος τῶν ἐν ταῖς πράξεσι κατορθωμάτων· καὶ γὰρ πρότερον ἀήττητον αὐτὸν γεγονέναι καὶ μετὰ ταῦτʼ ἔσεσθαι διὰ παντὸς ἀνίκητον.
你由神所生的证据,将是你功业之伟大;因为你此前从未战败,往后也必将永远无敌。
§17.51.4ὁ δʼ Ἀλέξανδρος ἡσθεὶς ἐπὶ τοῖς κεχρησμῳδημένοις καὶ τὸν θεὸν μεγαλοπρεπέσιν ἀναθήμασι τιμήσας ἐπανῆλθεν εἰς τὴν Αἴγυπτον.
” 亚历山大对所宣告的神谕感到十分欣喜,用宏伟的奉献物尊崇了神明,随后返回了埃及。