§17.50.1ἡ δὲ περὶ τὸ ἱερὸν τοῦτο χώρα περιέχεται ὑπὸ ἐρήμου καὶ ἀνύδρου τῆς ἀμμώδους, πάσης φιλανθρωπίας ἐστερημένης.
この神殿の周囲の地域は、あらゆる人間的な営みを奪われた、水のない砂漠に囲まれている。
αὐτὴ δʼ ἐπὶ μῆκος καὶ πλάτος ἐπὶ σταδίους πεντήκοντα παρήκουσα πολλοῖς μὲν καὶ καλοῖς ὕδασι ναματιαίοις διαρρεῖται, δένδρων δὲ παντοδαπῶν καὶ μάλιστα καρπίμων πληθύει·
しかし、この地域それ自体は、長さと幅において五十スタディオンにわたって広がっており、多くの美しく湧き出る水によって潤され、あらゆる種類の、とりわけ実を結ぶ木々が豊かに生い茂っている。
καὶ τὸν μὲν ἀέρα τῇ κράσει παραπλήσιον ἔχει ταῖς ἐαριναῖς ὥραις, τόποισδὲ καυματώδεσι περιεχομένη μόνη παρηλλαγμένην παρέχεται τοῖς ἐνδιατρίβουσι τὴν εὐκρασίαν.
そして、気候は春の季節に非常によく似ており、うだるように暑い地域に囲まれているにもかかわらず、ここだけが滞在する人々に他に類を見ない快適な気候を提供している。
§17.50.2τὸ μὲν οὖν τέμενός φασιν ἱδρύσασθαι Δαναὸν τὸν Αἰγύπτιον, τὴν δὲ ἱερὰν τοῦ θεοῦ χώραν περιοικοῦσι κατὰ μὲν τὴν μεσημβρίαν καὶ δύσιν Αἰθίοπες, κατὰ δὲ τὴν ἄρκτον Λιβύων νομαδικὸν ἔθνος καὶ πρὸς τὴν μεσόγειον ἀνῆκον τὸ τῶν Νασαμώνων ὀνομαζομένων ἔθνος.
人々が言うには、この聖域はエジプト人のダナオスが創建したものであり、神の神聖な地を囲むように、南と西にはエティオピア人が、北にはリビア人の遊牧部族が、そして内陸部へと伸びる地域にはナサモネスと呼ばれる部族が居住している。
§17.50.3τῶν δʼ Ἀμμωνίων κωμηδὸν οἰκούντων κατὰ μέσην αὐτῶν τὴν χώραν ἀκρόπολις ὑπάρχει τριπλοῖς ὠχυρωμένη τοῖς τείχεσι·
アモン人たちは村落ごとに暮らしているが、彼らの土地の中央には、三重の城壁によって堅固に防備されたアクロポリスが存在する。
καὶ ταύτης ὁ μὲν πρῶτος περίβολος ἔχει τῶν ἀρχαίων δυναστῶν βασίλεια, ὁ δʼ ἕτερος τὴν γυναικωνῖτιν αὐλὴν καὶ τὰς τῶν τέκνων καὶ γυναικῶν καὶ συγγενῶν οἰκήσεις καὶ φυλακτήρια τῶν σκοπῶν, ἔτι δὲ τὸν τοῦ θεοῦ σηκὸν καὶ τὴν ἱερὰν κρήνην, ἀφʼ ἧς τὰ τῷ θεῷ προσφερόμενα τυγχάνει τῆς ἁγνείας, ὁ δὲ τρίτος τὰς τῶν δορυφόρων καταλύσεις καὶ τὰ φυλακτήρια τῶν τὸν τύραννον δορυφορούντων.
そして、このアクロポリスの第一の囲い壁は、古代の支配者たちの宮殿を有している。 第二の囲い壁は、後宮の中庭、子供たち、妻たち、親族たちの住居、そして見張り番たちの衛兵所を抱え、さらに神の神殿と神聖な泉を有しており、この泉から神に捧げられるものが清めを得る。 第三の囲い壁は、護衛兵たちの宿舎と、支配者を護衛する者たちの衛兵所を抱えている。
§17.50.4καθίδρυται δὲ τῆς ἀκροπόλεως ἐκτὸς οὐ μακρὰν ἕτερος ναὸς Ἄμμωνος πολλοῖς καὶ μεγάλοις δένδροις σύσκιος.
また、アクロポリスの外側、遠からぬ場所に、多くの大きな木々によって影が作られたアモンの別の神殿が建てられている。
τούτου δὲ πλησίον ὑπάρχει κρήνη διὰ τὸ συμβεβηκὸς ὀνομαζομένη Ἡλίου κρήνη·
この近くには、その性質から「太陽の泉」と呼ばれる泉が存在する。
αὕτη δὲ τὸ ὕδωρ ἔχει συμμεταβαλλόμενον αἰεὶ ταῖς ἡμεριναῖς ὥραις παραδόξως.
この泉は、一日の時間帯に応じて、その水の温度が不思議なほど常に変化するのである。
§17.50.5ἅμʼ ἡμέρᾳ γὰρ ἐξίησι τὴν πηγὴν χλιαράν, προϊούσης δὲ τῆς ἡμέρας τῇ προσθέσει τῶν ὡρῶν ἀνάλογον καταψύχεται, τοῦ μεσημβρινοῦ δὲ καύματος ἀκμάζει τῇ ψυχρότητι·
というのも、夜明けとともに、泉はぬるい水を湧き出させるが、日が進むにつれて時間の経過に比例して冷たくなり、日中の暑さが絶頂に達する頃には、最も冷たくなるからである。
πάλιν δὲ ἀνάλογον ἀπολήγει πρὸς τὴν ἑσπέραν καὶ τῆς νυκτὸς ἐπιλαβούσης ἀναθερμαίνεται μέχρι μέσων νυκτῶν καὶ τὸ λοιπὸν ἀπολήγει, μέχρι ἂν ἅμα τῷ φωτὶ πρὸς τὴν ἐξ ἀρχῆς ἀποκατασταθῇ τάξιν.
そして再び夕方に向かって比例するように冷たさが和らぎ、夜が始まると真夜中まで温まっていき、その後は夜明けとともに最初の状態に戻るまで、再び温度が下がっていく(熱さが和らいでいく)。
§17.50.6τὸ δὲ τοῦ θεοῦ ξόανον ἐκ σμαράγδων καί τινων ἄλλων πολυτελῶν λίθων περιέχεται καὶ τὴν μαντείαν ἰδιάζουσαν παντελῶς ποιεῖται.
この神の木像は、エメラルドや他のいくつかの高価な宝石で覆われており、完全に独特な方法で神託を告げる。
ἐπὶ νεὼς γὰρ περιφέρεται χρυσῆς ὑπὸ ἱερέων ὀγδοήκοντα· οὗτοι δʼ ἐπὶ τῶν ὤμων φέροντες τὸν θεὸν προάγουσιν αὐτομάτως ὅπου ποτʼ ἂν ἄγῃ τὸ τοῦ θεοῦ νεῦμα τὴν πορείαν.
すなわち、それは八十人の神官たちによって金の舟に乗せられて運ばれ、彼らは神を肩に担ぎ、神の合図がその行進を導くところならどこへでも、自然と進んでいくのである。
§17.50.7συνακολουθεῖ δὲ πλῆθος παρθένων καὶ γυναικῶν παιᾶνας ᾀδουσῶν κατὰ πᾶσαν τὴν ὁδὸν καὶ πατρίῳ καθυμνούντων ᾠδῇ τὸν θεόν.
そして、多くの乙女たちや女性たちがこれに同行し、道すがら賛歌を歌い、伝統的な歌によって神を讃える。