§17.48.1κατὰ γὰρ τὴν Εὐρώπην Ἄγις μὲν ὁ τῶν Λακεδαιμονίων βασιλεὺς τῶν ἐκ τῆς ἐν Ἰσσῷ μάχης διασωθέντων μισθοφόρων ἀναλαβὼν ὀκτακισχιλίους νεωτέρων πραγμάτων ἀντείχετο, χαριζόμενος Δαρείῳ.
というのも、ヨーロッパにおいては、ラケダイモン人の王アギスが、イッソスの戦いで生き残った傭兵のうち八千人を率いて、ダレイオスに便宜を図りつつ、新たな反乱の企てに従事していたからである。
§17.48.2προσλαβὼν δὲ παρὰ τούτου καὶ ναῦς καὶ χρημάτων πλῆθος ἔπλευσεν εἰς Κρήτην καὶ τῶν πόλεων τὰς πλείους χειρωσάμενος ἠνάγκασε τὰ Περσῶν αἱρεῖσθαι.
彼はダレイオスから船と多額の資金をも受け取ると、クレタ島へと航海し、その都市の大部分を制圧してペルシアの側につくことを強制した。
Ἀμύντας δʼ ὁ φυγὼν ἐκ Μακεδονίας καὶ πρὸς Δαρεῖον ἀναβὰς συνηγωνίσατο μὲν τοῖς Πέρσαις ἐν τῇ Κιλικίᾳ, διασωθεὶς δʼ ἐκ τῆς ἐν Ἰσσῷ παρατάξεως μετὰ τετρακισχιλίων μισθοφόρων καὶ πρὸ τῆς Ἀλεξάνδρου παρουσίας διανύσας εἰς Τρίπολιν τῆς Φοινίκης ἐπέλεξεν ἐκ τοῦ παντὸς στόλου τὰς ἀρκούσας ναῦς εἰς τὸν πλοῦν τοῖς ἰδίοις στρατιώταις, τὰς δʼ ἄλλας ἐνέπρησε.
一方、マケドニアから亡命してダレイオスのもとへと上り、キリキアでペルシア人と共に戦ったアミュンタスは、イッソスの戦陣から四千人の傭兵と共に逃れて生き残り、アレクサンドロスが到来する前にフェニキアのトリポリスへと到達すると、全艦隊の中から自身の兵士たちの航海に十分な船を選び出し、残りの船を焼き払った。
§17.48.3διαπλεύσας δʼ εἰς τὴν Κύπρον καὶ προσλαβόμενος στρατιώτας καὶ ναῦς διέπλευσεν εἰς τὸ Πηλούσιον.
彼はキプロスへと渡航し、さらに兵士と船を補充してペルシオンへと航海した。
τῆς δὲ πόλεως ἐγκρατὴς γενόμενος ἀπέφαινεν ἑαυτὸν ὑπὸ Δαρείου τοῦ βασιλέως ἀπεστάλθαι στρατηγὸν διὰ τὸ τὸν ἡγούμενον τῆς Αἰγύπτου σατράπην συναγωνιζόμενον ἐν Ἰσσῷ τῆς Κιλικίας πεπτωκέναι.
そして、この都市を支配下に置くと、エジプトを統治していたサトラップがキリキアのイッソスで共に戦って戦死したために、自分はダレイオス王によって将軍として派遣されたのだと主張した。
§17.48.4ἀναπλεύσας δʼ εἰς Μέμφιν τὸ μὲν πρῶτον πρὸ τῆς πόλεως παραταξάμενος τοῖς ἐγχωρίοις ἐνίκησε·
彼はメンフィスへと上り、最初は都市の前で現地人たちと対決して勝利した。
μετὰ δὲ ταῦτα πρὸς ἁρπαγὴν τῶν στρατιωτῶν τραπέντων ἐπεξελθόντες ἐκ τῆς πόλεως ἐπέθεντο τοῖς ἀτάκτως διαρπάζουσι τὰς ἐπὶ τῆς χώρας κτήσεις καὶ τόν τε Ἀμύνταν ἀπέκτειναν καὶ τοὺς μετʼ αὐτοῦ πάντας ἄρδην ἀνεῖλον.
しかし、その後に兵士たちが略奪へと走ったため、都市から出撃した現地人たちが、地方の財産を無秩序に略奪していた者たちを襲い、アミュンタスを殺害し、彼と共にいた者たちを一人残らずことごとく討ち取った。
§17.48.5Ἀμύντας μὲν οὖν μεγάλαις ἐπιβολαῖς ἐγχειρήσας καὶ παρʼ ἐλπίδα σφαλεὶς τοιοῦτον ἔσχε τοῦ βίου τὸ τέλος.
こうしてアミュンタスは、大いなる企てに乗り出したものの、予期に反して挫折し、このような生涯の最期を迎えた。
ὁμοίως δὲ τούτῳ καὶ τῶν ἄλλων ἡγεμόνων καὶ στρατηγῶν τινες ἐκ τῆς ἐν Ἰσσῷ μάχης μετὰ στρατιωτῶν διασωθέντες ἀντείχοντο τῶν Περσικῶν ἐλπίδων.
彼と同様に、イッソスの戦いから兵士たちと共に生き残った他の指導者や将軍たちの一部も、ペルシアへの希望を抱き続けていた。
§17.48.6οἱ μὲν γὰρ πόλεις ἐπικαίρους καταλαμβανόμενοι διεφύλαττον ταύτας τῷ Δαρείῳ, οἱ δʼ ἔθνη προσαγόμενοι καὶ δυνάμεις περὶ αὑτοὺς παρασκευαζόμενοι τὰς ἁρμοζούσας χρείας τοῖς ὑποκειμένοις καιροῖς παρείχοντο.
というのも、ある者たちは要衝の都市を占拠してこれらをダレイオスのために死守し、またある者たちは諸民族を味方に引き入れ、自身の周囲に軍勢を組織して、目前の危局にふさわしい支援を提供したからである。
οἱ δὲ σύνεδροι τῶν Ἑλλήνων ἐψηφίσαντο πέμψαι πρέσβεις πεντεκαίδεκα στέφανον φέροντας χρυσοῦν παρὰ τῆς Ἑλλάδος ἀριστεῖον Ἀλεξάνδρῳ καὶ συνησθησομένους τῇ κατὰ Κιλικίαν νίκῃ.
一方、ギリシア人の評議員たちは、ギリシアからの栄誉として金冠を携え、キリキアでの勝利を共に祝うための十五人の使節をアレクサンドロスのもとに送ることを決議した。
§17.48.7Ἀλέξανδρος δὲ στρατεύσας ἐπὶ Γάζαν φρουρουμένην ὑπὸ Περσῶν καὶ δίμηνον προσεδρεύσας εἷλε κατὰ κράτος τὴν πόλιν.
アレクサンドロスは、ペルシア軍によって守備されていたガザへと遠征し、二か月間包囲した後に、力尽くでこの都市を攻略した。