§17.28.1τῆς γὰρ Λυκίας περὶ τὰς ἐσχατιὰς πέτραν μεγάλην ὀχυρότητι διαφέρουσαν ᾤκουν οἱ Μαρμαρεῖς ὀνομαζόμενοι, οἵτινες παριόντος Ἀλεξάνδρου τὸ χωρίον ἐπέθεντο τοῖς κατὰ τὴν οὐραγίαν Μακεδόσι καὶ συχνοὺς ἀνελόντες πολλὰ τῶν σωμάτων καὶ τῶν ὑποζυγίων ἀφήρπασαν.
因为在吕基亚的边境附近,有一座因地势险要而闻名的大岩山,居住着被称为马尔马雷斯的人。 当亚历山大路过该地时,他们袭击了马其顿军队的后卫,杀死了许多人,并抢走了许多俘虏和驮兽。
§17.28.2ἐπὶ δὲ τούτοις ὁ βασιλεὺς παροξυνθεὶς συνεστήσατο πολιορκίαν καὶ πᾶσαν εἰσεφέρετο σπουδὴν βίᾳ κρατῆσαι τοῦ χωρίου.
国王对此大为震怒,随即展开围攻,并全力以赴试图武力攻占该地。
οἱ δὲ Μαρμαρεῖς ἀνδρείᾳ διαφέροντες καὶ τῇ τῶν τόπων ἐρυμνότητι πιστεύοντες ὑπέμενον εὐρώστως τὴν πολιορκίαν.
然而,马尔马雷斯人勇气超群,且凭借地形的险要,顽强地抵御了围攻。
ἐπὶ μὲν οὖν ἡμέρας δύο συνεχεῖς ἐγίνοντο προσβολαὶ καὶ φανερὸς ἦν ὁ βασιλεὺς οὐκ ἀποστησόμενος ἕως ἂν ἕλῃ τὴν πέτραν.
连续两天攻击不断,显然,在攻下这座岩山之前,国王是绝不会撤兵的。
§17.28.3οἱ δὲ πρεσβύτεροι τῶν Μαρμαρέων τὸ μὲν πρῶτον συνεβούλευον τοῖς νέοις παυσαμένοις τῆς βίας ἐφʼ οἷς ἦν δυνατὸν συλλυθῆναι πρὸς τὸν βασιλέα· οὐ πειθομένων δʼ αὐτῶν, ἀλλὰ πάντων φιλοτιμουμένων συναποθανεῖν τῇ τῆς πατρίδος ἐλευθερίᾳ παρεκάλεσαν αὐτοὺς τέκνα μὲν καὶ γυναῖκας καὶ τοὺς γεγηρακότας ἀνελεῖν, αὐτοὺς δὲ τοὺς δυναμένους διὰ τῆς ἀλκῆς σώζεσθαι νυκτὸς διὰ μέσων τῶν πολεμίων διεκπεσεῖν καὶ καταφυγεῖν εἰς τὴν πλησίον ὀρεινήν.
马尔马雷斯人的长老们起初建议年轻人停止抵抗,在可能的条件下与国王讲和;但年轻人不听,反而人人都渴望为了祖国的自由而共同赴死,于是长老们劝说他们杀掉妇孺和老人,而他们这些能凭武力自救的人,则在夜间冲过敌军中部,逃往附近的群山。
§17.28.4συγκαταθεμένων δὲ τῶν νέων καὶ προσταξάντων κατʼ οἰκίαν ἑκάστους μετὰ τῆς συγγενείας ἀπολαύσαντας τῶν προσηνεστάτων βρωτῶν τε καὶ ποτῶν ὑπομεῖναι τὸ δεινὸν ἔδοξε τοῖς νέοις, οὖσιν ὡς ἑξακοσίοις, τοῦ μὲν φονεύειν τοὺς προσήκοντας ἀποσχέσθαι, τὰς δʼ οἰκίας ἐμπρῆσαι καὶ διὰ τῶν πυλῶν ἐκχυθέντας εἰς τὴν ὀρεινὴν ἀποχωρῆσαι.
年轻人虽然同意了,并命令大家在各自家中与亲属一起享用最美味的食物和饮料,然后等待可怕的命运,但这些人数约六百的年轻人最终决定,免去亲手杀死亲人这一步,而是纵火烧毁房屋,从城门冲出,退避到山地。
§17.28.5οὗτοι μὲν οὖν τὰ δεδογμένα συντελέσαντες ταῖς ἰδίαις ἑστίαις ἑκάστους ἐποίησαν ἐνταφῆναι, αὐτοὶδὲ διὰ μέσων τῶν περιεστρατοπεδευκότων ἔτι νυκτὸς οὔσης διεκπεσόντες ἔφυγον εἰς τὴν πλησίον ὀρεινήν.
于是,他们执行了这一决定,使每个人都安葬在自己的家园中,而他们自己则趁着夜色未消,冲过包围在周围的敌军中部,逃到了附近的群山。
ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
这些事情就是在这年里发生的。