§17.28.1τῆς γὰρ Λυκίας περὶ τὰς ἐσχατιὰς πέτραν μεγάλην ὀχυρότητι διαφέρουσαν ᾤκουν οἱ Μαρμαρεῖς ὀνομαζόμενοι, οἵτινες παριόντος Ἀλεξάνδρου τὸ χωρίον ἐπέθεντο τοῖς κατὰ τὴν οὐραγίαν Μακεδόσι καὶ συχνοὺς ἀνελόντες πολλὰ τῶν σωμάτων καὶ τῶν ὑποζυγίων ἀφήρπασαν.
というのも、リキアの辺境近くに、極めて強固なことで際立った大きな岩山があり、マルマレイスと呼ばれる人々がそこに住んでいたが、彼らはアレクサンドロスがその場所を通りかかった際、マケドニア軍の後衛に襲いかかり、多くの者を殺害して、多数の捕虜と荷役獣を強奪したからである。
§17.28.2ἐπὶ δὲ τούτοις ὁ βασιλεὺς παροξυνθεὶς συνεστήσατο πολιορκίαν καὶ πᾶσαν εἰσεφέρετο σπουδὴν βίᾳ κρατῆσαι τοῦ χωρίου.
これに激怒した王は包囲戦を開始し、力ずくでその場所を制圧するためにあらゆる努力を注いだ。
οἱ δὲ Μαρμαρεῖς ἀνδρείᾳ διαφέροντες καὶ τῇ τῶν τόπων ἐρυμνότητι πιστεύοντες ὑπέμενον εὐρώστως τὴν πολιορκίαν.
しかしマルマレイスの人々は、勇気に優れ、土地の険しさを頼みとして、力強く包囲に耐え抜いた。
ἐπὶ μὲν οὖν ἡμέρας δύο συνεχεῖς ἐγίνοντο προσβολαὶ καὶ φανερὸς ἦν ὁ βασιλεὺς οὐκ ἀποστησόμενος ἕως ἂν ἕλῃ τὴν πέτραν.
二日間にわたって連続して攻撃が行われ、王がこの岩山を攻略するまでは退却しないつもりであることが明らかとなった。
§17.28.3οἱ δὲ πρεσβύτεροι τῶν Μαρμαρέων τὸ μὲν πρῶτον συνεβούλευον τοῖς νέοις παυσαμένοις τῆς βίας ἐφʼ οἷς ἦν δυνατὸν συλλυθῆναι πρὸς τὸν βασιλέα·
マルマレイスの長老たちは、最初は若者たちに対し、戦闘をやめて可能な条件で王と和解するよう勧めた。
οὐ πειθομένων δʼ αὐτῶν, ἀλλὰ πάντων φιλοτιμουμένων συναποθανεῖν τῇ τῆς πατρίδος ἐλευθερίᾳ παρεκάλεσαν αὐτοὺς τέκνα μὲν καὶ γυναῖκας καὶ τοὺς γεγηρακότας ἀνελεῖν, αὐτοὺς δὲ τοὺς δυναμένους διὰ τῆς ἀλκῆς σώζεσθαι νυκτὸς διὰ μέσων τῶν πολεμίων διεκπεσεῖν καὶ καταφυγεῖν εἰς τὴν πλησίον ὀρεινήν.
しかし若者たちが従わず、一同が祖国の自由のためにともに死ぬことを望んだため、彼らは若者たちに、子供や妻、そして老人たちを殺し、自らの力で救われ得る若者たち自身は、夜間に敵のただ中を突破して、隣接する山地へと逃れるよう促した。
§17.28.4συγκαταθεμένων δὲ τῶν νέων καὶ προσταξάντων κατʼ οἰκίαν ἑκάστους μετὰ τῆς συγγενείας ἀπολαύσαντας τῶν προσηνεστάτων βρωτῶν τε καὶ ποτῶν ὑπομεῖναι τὸ δεινὸν ἔδοξε τοῖς νέοις, οὖσιν ὡς ἑξακοσίοις, τοῦ μὲν φονεύειν τοὺς προσήκοντας ἀποσχέσθαι, τὰς δʼ οἰκίας ἐμπρῆσαι καὶ διὰ τῶν πυλῶν ἐκχυθέντας εἰς τὴν ὀρεινὴν ἀποχωρῆσαι.
若者たちがこれに同意し、皆がそれぞれの家で親族とともに最も心地よい食物や飲み物を楽しんでから、この恐ろしい運命を甘んじて受けるよう命じたものの、約六百人からなる若者たちは、親族を殺害することは思いとどまり、家々に火を放ち、門から一気に打って出て山地へと退却することを決意した。
§17.28.5οὗτοι μὲν οὖν τὰ δεδογμένα συντελέσαντες ταῖς ἰδίαις ἑστίαις ἑκάστους ἐποίησαν ἐνταφῆναι, αὐτοὶδὲ διὰ μέσων τῶν περιεστρατοπεδευκότων ἔτι νυκτὸς οὔσης διεκπεσόντες ἔφυγον εἰς τὴν πλησίον ὀρεινήν.
こうして彼らは決定された事柄を実行に移し、それぞれを自分自身の炉端に葬られるようにし、自らは、まだ夜が明けないうちに、周囲を包囲していた敵のただ中を突破して、隣接する山地へと逃れた。
ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
これらのことは、この年のうちに起こった。