Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §17.20.1-17.20.7

与斯皮特罗巴特斯单挑及克雷托斯救驾

第 625 段,共 723 段 · 希腊语

内容简介

在格拉尼科斯河战役中,亚历山大与波斯总督斯皮特里达特斯展开了激烈单挑并将其击杀。随后罗萨克斯发起袭击,克雷托斯在关键时刻救下了国王。

§17.20.1τῶν δὲ βαρβάρων εὐρώστως ἀγωνιζομένων καὶ τοὺς ἑαυτῶν θυμοὺς ταῖς τῶν Μακεδόνων ἀρεταῖς ἀντιταττόντων ἡ τύχη συνήγαγεν εἰς ἕνα τόπον τοὺς ἀρίστους εἰς τὴν ὑπὲρ τῆς νίκης κρίσιν.
在蛮族强力奋战、以其斗志对抗马其顿人的英勇之时,命运将最优秀的人们聚集在同一个地方,以决出胜负。
§17.20.2ὁ γὰρ τῆς Ἰωνίας σατράπης Σπιθροβάτης, γένει μὲν ὢν Πέρσης, Δαρείου δὲ τοῦ βασιλέως γαμβρός, ἀνδρείᾳ δὲ διαφέρων, μετὰ μεγάλης δυνάμεως ἱππέων ἐπέρραξε τοῖς Μακεδόσιν, ἔχων δὲ συναγωνιστὰς τεταγμένους τεσσαράκοντα συγγενεῖς ἀρεταῖς διαφόρους ἐνέκειτο τοῖς ἀνθεστηκόσι καὶ θρασέως ἀγωνιζόμενος οὓς μὲν ἀνῄρει τῶν ἀνθισταμένων, οὓς δὲ κατετραυμάτιζε.
因为伊奥尼亚的总督斯皮特里达特斯出身波斯贵族,又是国王大流士的女婿,且勇猛过人,他率领大批骑兵冲向马其顿人。 他带领着四十名部署在身旁的亲属作为战友,这些人在武勇上同样出类拔萃;他猛攻那些抵抗者,勇猛作战,在抵抗者中有的被他杀死,有的被他打伤。
§17.20.3δυσυποστάτου δὲ τῆς περὶ αὐτὸν οὔσης βίας ὁ Ἀλέξανδρος ἐπιστρέψας τὸν ἵππον ἐπὶ τὸν σατράπην ἐφίππευσε τῷ βαρβάρῳ.
由于他周围的攻势难以抵挡,亚历山大便拨转马头朝向这位总督,向这个蛮族冲去。
ὁ δὲ Πέρσης νομίσας παρὰ τῶν θεῶν αὐτῷ δεδόσθαι τὸν τῆς μονομαχίας καιρόν, εἰ συμβήσεται διὰ τῆς ἰδίας ἀνδραγαθίας ἐλευθερωθῆναι τῶν μεγίστων φόβων τὴν Ἀσίαν καὶ τὴν περιβόητον Ἀλεξάνδρου τόλμαν ταῖς ἰδίαις χερσὶ καταλυθῆναι καὶ τὴν τῶν Περσῶν δόξαν μὴ καταισχυνθῆναι φθάνει βαλὼν τὸ σαυνίον ἐπὶ τὸν Ἀλέξανδρον καὶ οὕτω μετὰ σφοδρᾶς εἰσπεσὼν ῥύμης καὶ βιαίως τὸ δόρυ ὠσάμενος διαρρήξας τε τήν τε ἀσπίδα Ἀλεξάνδρου καὶ τὴν δεξιὰν ἐπωμίδα διήλασε διὰ τοῦ θώρακος.
而这个波斯人认为,神明已将单挑的机会赐予了他——如果能通过他个人的英勇,使亚洲免于最大的恐惧,并亲手摧毁亚历山大那名闻遐迩的胆量,使波斯人的荣耀不致蒙羞——于是他抢先向亚历山大投出标枪,接着以极其猛烈的势头冲上前去,强力刺出长矛,撕裂了亚历山大的盾牌和右肩甲,刺穿了他的胸甲。
§17.20.4ὁ δὲ βασιλεὺς τὸ μὲν βέλος τῷ βραχίονι παρελκόμενον ἀπέρριψε, τῷ δʼ ἵππῳ προσβαλὼν τὰ κέντρα καὶ τῇ ῥύμῃ τῆς φορᾶς συνεργῷ χρησάμενος εἰς μέσον τοῦ σατράπου τὸ στῆθος ἐνήρεισε τὸ ξυστόν.
但国王将那件擦着他手臂飞过的武器拨开,用马刺策马加速,借助冲锋的势头,将自己的长枪刺入了总督胸口的正中。
§17.20.5οὗ συντελεσθέντος αἱ μὲν πλησίον τάξεις παρʼ ἀμφοτέροις διὰ τὴν ὑπερβολὴν τῆς ἀνδρείας ἀνεβόησαν, τῆς δʼ ἐπιδορατίδος περὶ τὸν θώρακα συντριβείσης καὶ τοῦ θραύσματος ἀποπηδήσαντος ὁ μὲν Πέρσης σπασάμενος τὸ ξίφος ἐπὶ τὸν Ἀλέξανδρον ἐπεφέρετο, ὁ δὲ βασιλεὺς διαλαβὼν τὸ ξυστὸν ἔφθασεν ἐνερεῖσαι τῷ προσώπῳ καὶ διήλασε τὴν πληγήν.
这一幕发生时,双方在附近的队伍都因这极度的勇猛而高声欢呼;但由于枪尖在胸甲处折断,碎片飞落,波斯人便拔出佩剑朝亚历山大扑去,而国王重新握紧长枪,抢先刺入他的面部,贯穿了这一击。
§17.20.6καθʼ ὃν δὴ χρόνον ὁ ἀδελφὸς τοῦ πεσόντος Ῥωσάκης προσιππεύσας κατήνεγκε τῷ ξίφει κατὰ τῆς κεφαλῆς Ἀλεξάνδρου οὕτως ἐπικίνδυνον πληγὴν ὥστε τὸ μὲν κράνος διαπτύξαι, τοῦ δὲ χρωτὸς βραχέως ἐπιψαῦσαι.
就在此时,被击倒者的兄弟罗萨克斯骑马赶到,用剑朝亚历山大的头部砍下,这一击极其危险,劈开了头盔,微微擦伤了皮肤。
§17.20.7κατὰ δὲ τὴν αὐτὴν διαίρεσιν ἐπιφέροντος ἄλλην πληγὴν τοῦ Ῥωσάκου Κλεῖτος ὁ μέλας ἐπικαλούμενος προσελάσας τὸν ἵππον ἀπέκοψε τὴν χεῖρα τοῦ βαρβάρου.
正当罗萨克斯顺着同一个裂口企图再下一击时,绰号为“黑人”的克雷托斯策马赶到,砍断了那蛮族的手臂。

词汇与语法注释

  1. §17.20.2οὓς μὲν ἀνῄρει τῶν ἀνθισταμένων, οὓς δὲ κατετραυμάτιζε — 关系代词 ὅς 的指示及分配用法(即 οὓς μέν ... οὓς δέ)。接续的 τῶν ἀνθισταμένων 为部分属格,限定了从抵抗者中所区分出的不同群体。
  2. §17.20.3εἰ συμβήσεται — εἰ 连结将来直说语气,表示特定的预期或意图条件(如果结果是……的话)。它作为副词从句,用以修饰 νομίσας 引导的“神明赐予单挑机会”这一主观想法。
  3. §17.20.3φθάνει βαλὼν ... καὶ οὕτω ... διήλασε — 动词 φθάνω 接分词(βαλών)构成了“抢先做某事”的句式。主动词 φθάνει 使用历史现在时,与随后的过去时动词(διήλασε)并列,用以突出这一连串迅速的动作过程。
  4. §17.20.7κατὰ δὲ τὴν αὐτὴν διαίρεσιν — 结合前句中劈开头盔(διαπτύξαι)的叙述,这里 名词 διαίρεσις(分割、裂口)指代“头盔上的同一处切口或裂缝”。它解释了罗萨克斯企图在同一位置追加另一击(ἄλλην πληγὴν)的语境。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §17.20.1-17.20.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.20.1-17.20.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。