§17.113.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀγησίου Ῥωμαῖοι κατέστησαν ὑπάτους Γάιον Πόπλιον καὶ Παπίριον, Ὀλυμπιὰς δʼ ἤχθη τετάρτη πρὸς ταῖς ἑκατὸν καὶ δέκα, καθʼ ἣν ἐνίκα στάδιον Μικίνας Ῥόδιος.
アテナイにおいてアゲシアスがアルコンであったとき、ローマ人たちはガイウス・ポプリウスとパピリウスを執政官に任命し、第百十四回オリンピア競技会が開催され、その回においてロドス島出身のミキナスがスタディオン走で優勝した。
κατὰ δὲ τοῦτον τὸν χρόνον ἐξ ἁπάσης σχεδὸν τῆς οἰκουμένης ἧκον πρέσβεις, οἱ μὲν συγχαίροντες ἐπὶ τοῖς κατορθώμασιν, οἱ δὲ στεφανοῦντες, ἄλλοι δὲ φιλίας καὶ συμμαχίας τιθέμενοι, πολλοὶ δὲ δωρεὰς μεγαλοπρεπεῖς κομίζοντες, τινὲς δὲ ὑπὲρ τῶν ἐγκαλουμένων ἀπολογούμενοι.
この時期に、ほとんど全世界から使節たちがやって来た。 ある者はその成功を祝い、ある者は冠を授け、別の者は友好と同盟を結び、多くの者は豪華な贈り物を携え、ある者は告発されている事柄について弁明をするためであった。
§17.113.2χωρὶς γὰρ τῶν ἀπὸ τῆς Ἀσίας ἐθνῶν καὶ πόλεων, ἔτι δὲ δυναστῶν πολλοὶ καὶ τῶν ἐκ τῆς Εὐρώπης καὶ Λιβύης κατήντησαν, ἐκ μὲν Λιβύης Καρχηδόνιοι καὶ Λιβυφοίνικες καὶ πάντες οἱ τὴν παράλιον οἰκοῦντες μέχρι τῶν Ἡρακλείων στηλῶν, ἐκ δὲ τῆς Εὐρώπης αἵ τε τῶν Ἑλλήνων πόλεις ἐξέπεμψαν καὶ Μακεδόνες, ἔτι δὲ Ἰλλυριοὶ καὶ τῶν περὶ τὸν Ἀδρίαν οἰκούντων οἱ πλείους, τά τε Θρᾴκια γένη καὶ τῶν πλησιοχώρων Γαλατῶν, ὧν τότε πρῶτον τὸ γένος ἐγνώσθη παρὰ τοῖς Ἕλλησιν.
というのも、アジアからの諸民族や諸都市、さらには諸侯たちとは別に、ヨーロッパやリビュアからも多くの者たちが到着したからである。 リビュアからは、カルタゴ人、リビュオ・ポエニ人、そしてヘラクレスの柱に至るまでの沿岸部に住むすべての者たちが[やって来た]。 またヨーロッパからは、ギリシア人の諸都市が[使節を]派遣し、さらにマケドニア人、イリュリア人、そしてアドリア海周辺に住む人々の大部分、トラキアの諸部族、そして隣接するガラティア人たちがやって来たが、彼らの部族はこのとき初めてギリシア人の間で知られるようになった。
§17.113.3ὁ δὲ Ἀλέξανδρος ἀπογραφὴν λαβὼν τῶν πρέσβεων διέταξε τοῖς μὲν πρώτοις διδόναι τὰς ἀποκρίσεις καὶ τοῖς ἑξῆς ἅπασι.
アレクサンドロスは使節たちの目録を受け取ると、最初の者たちに、そしてそれに続くすべての者たちに順次回答を与えるように手配した。
καὶ πρώτοις μὲν ἐχρημάτισε τοῖς ὑπὲρ τῶν ἱερῶν παραγεγενημένοις, δευτέροις δὲ τοῖς περὶ τῶν δωρεῶν ἥκουσιν, ἑξῆς δὲ τοῖς ἀμφισβητήσεις ἔχουσι πρὸς τοὺς ὁμόρους, τετάρτοις δὲ τοῖς περὶ τῶν ἰδιωτικῶν ἥκουσι, πέμπτοις δὲ τοῖς ἀντιλέγουσι περὶ τῆς καθόδου τῶν φυγάδων.
そしてまず第一に、彼は聖なる事柄のためにやって来た者たちと謁見し、第二に、贈り物についてやって来た者たち、その次に、隣接する者たちとの間に紛争を抱えている者たち、第四に、私的な事柄についてやって来た者たち、第五に、追放者の帰還について異議を唱える者たちと謁見した。
§17.113.4τοῖς μὲν οὖν Ἠλείοις πρώτοις ἐχρημάτισεν, εἶτα Ἀμμωνιεῦσι καὶ Δελφοῖς καὶ Κορινθίοις, ἔτι δὲ Ἐπιδαυρίοις καὶ τοῖς ἄλλοις, κατὰ τὴν δόξαν τῶν ἱερῶν προκρίνων τὰς ἐντεύξεις.
そこで彼は、まず第一にエリス人たちと謁見し、次にアンモン人、デルポイ人、コリントス人、さらにエピダウロス人やその他の人々とも[謁見した]。 聖域の名声に応じて、会見の優先順位を決めながら。
πάσαις δὲ ταῖς πρεσβείαις φιλοτιμηθεὶς κεχαρισμένας δοῦναι τὰς ἀποκρίσεις εὐαρεστουμένας ἀπέλυσε κατὰ τὸ δυνατόν.
そして、すべての使節団に対して、気に入るような回答を与えるよう努め、可能な限り彼らを満足させて送り出した。