§17.110.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀντικλέους Ῥωμαῖοι κατέστησαν ὑπάτους Λεύκιον Κορνήλιον καὶ Κόιντον Ποπίλλιον.
在安提克勒斯于雅典担任执政官期间,罗马人任命卢基乌斯·康奈利乌斯和昆图斯·波皮利乌斯为执政官。
ἐπὶ δὲ τούτων Ἀλέξανδρος εἰς τὸν τῶν ἀπολελυμένων ἀριθμὸν ἀνεπλήρωσεν ἐκ τῶν Περσῶν καὶ χιλίους αὐτῶν εἰς τοὺς περὶ τὴν αὐλὴν ἔταξεν ὑπασπιστὰς καὶ τὸ σύνολον οὐχ ἥττους εἰς πίστιν τῶν Μακεδόνων ὑπέλαβεν.
在他们任内,亚历山大用波斯人补足了被遣散者的员额,并将其中的一千人任命为王宫侍卫(持盾卫士),且总体上认为他们在忠诚度上不亚于马其顿人。
§17.110.2ἧκεν δὲ κατὰ τοῦτον τὸν καιρὸν καὶ Πευκέστης ἄγων Πέρσας τοξότας καὶ σφενδονήτας δισμυρίους· καταμίξας δὲ τούτους τοῖς προϋπάρχουσι στρατιώταις τῇ καινότητι τῆς καινοτομίας κατεσκεύασε τὴν ὅλην δύναμιν κεκραμένην καὶ ἁρμόζουσαν τῇ ἰδίᾳ προαιρέσει.
此时,培乌凯斯塔斯也率领两万名波斯弓箭手和投石手抵达;亚历山大将这些人混入原有的士兵中,凭借这一改革的新颖性,使整个军队融合并适应他自己的意图。
§17.110.3τῶν δὲ Μακεδόνων ἐκ τῶν αἰχμαλωτίδων γεγεννηκότων υἱοὺς τὸν ἀριθμὸν τῶν παίδων ἀκριβῶς ἐσκέψατο, ὄντων δʼ αὐτῶν σχεδὸν μυρίων ἅπασι τὰς ἁρμοζούσας πρὸς τροφὴν ἐλευθέριον συντάξεις ἀπομερίσας τούτοις μὲν παιδευτὰς ἐπέστησε τοὺς διδάξοντας τὴν ἁρμόζουσαν παιδείαν, αὐτὸς δὲ ἀναλαβὼν τὴν δύναμιν προῆγεν ἐκ τῶν Σούσων καὶ διαβὰς τὸν Τίγριν ἐν ταῖς Κάραις καλουμέναις κώμαις κατεστρατοπέδευσεν.
由于马其顿人与女战俘生了儿子,亚历山大仔细调查了这些孩子的数量;当得知他们将近一万人时,他为所有人分配了适合自由民抚养的适当津贴,并为他们指定了教师以教授相称的教育。 他自己则率领军队从苏萨出发,渡过底格里斯河,在被称为卡莱的村庄安营扎寨。
§17.110.4ἑξῆς δʼ ἐν ἡμέραις τέτταρσι τὴν Σιττακινὴν διανύσας ἧκεν εἰς τὰ καλούμενα Σάμβανα.
随后,他在四天内穿过西塔基内,来到被称为桑巴纳的地方。
ἐνταῦθα δὲ μείνας ἡμέρας ἑπτὰ καὶ προσαναλαβὼν τὴν δύναμιν τριταῖος εἰς τοὺς Κέλωνας προσαγορευομένους ἧκεν, ἐν ᾧ μέχρι νῦν διαμένει γένος Βοιώτιον, κατὰ μὲν τὴν Ξέρξου στρατείαν ἀνάστατον γεγονός, μεμνημένον δʼ ἔτι τῶν πατρίων νόμων·
他在那里停留了七天并休整了军队,在第三天到达了被称为凯洛奈的地方,直到现在那里仍留存着一支波依奥提亚人的后裔,他们在薛西斯出征时被强行迁徙,但仍铭记着祖先的法律。
§17.110.5ὄντες γὰρ οὗτοι δίφωνοι τῇ μὲν ἑτέρᾳ διαλέκτῳ ἐξωμοιώθησαν τοῖς ἐγχωρίοις, τῇ δʼ ἑτέρᾳ πλείστας τῶν Ἑλληνικῶν λέξεων διετήρουν καὶ τῶν ἐπιτηδευμάτων ἔνια διεφύλαττον.
因为他们使用双语,在一种语言中,他们已同化于当地人,但在另一种语言中,他们保留了大部分希腊词汇,并维持了一些原有的习俗。
τέλος δὲ προσμείνας ἡμέρας ἀνέζευξε καὶ παρεγκλίνας τὴν ὑποκειμένην ὁδὸν θέας ἕνεκεν ἦλθεν εἰς τὴν ὀνομαζομένην Βαγιστάνην, θεοπρεπεστάτην τε χώραν οὖσαν καὶ πλήρη καρπίμων δένδρων καὶ τῶν ἄλλων ἁπάντων τῶν πρὸς ἀπόλαυσιν ἀνηκόντων.
最后,在停留了数日后,他拔营起行,为了观光而偏离了原定路线,来到名为巴吉斯塔内的地方,那里是一片极具神圣之美、种满果树并拥有娱乐所需之一切事物的土地。
§17.110.6μετὰ δὲ ταῦτα παρελθὼν εἴς τινα χώραν δυναμένην ἐκτρέφειν ἀγέλας παμπληθεῖς ἵππων, ἐν ᾗ τὸ παλαιὸν ἔφασαν ἑκκαίδεκα μυριάδας ἵππων γεγονέναι φορβάδων, κατὰ δὲ τὴν Ἀλεξάνδρου παρουσίαν ἓξ μόναι μυριάδες ἠριθμήθησαν, ἐνταῦθα διαμείνας ἡμέρας τριάκοντα ἑβδομαῖος διήνυσεν εἰς Ἐκβάτανα τῆς Μηδείας.
此后,他进入了一片能够繁育极多马群的土地,据说古时曾有十六万匹母马在此放牧,但在亚历山大到来时仅数得六万匹;在此停留了三十天后,他在第七天抵达了米底的埃克巴坦那。
§17.110.7ταύτης δέ φασι διακοσίων μὲν καὶ πεντήκοντα σταδίων τὴν περίμετρον ὑπάρχειν, βασίλεια δʼ ἔχειν τῆς ὅλης Μηδείας καὶ θησαυροὺς πολλῶν χρημάτων.
据说这座城市的周长为二百五十斯塔德,并拥有整个米底的王宫以及藏有大量财宝的宝库。
ἔνθα δὴ χρόνον τινὰ τὴν δύναμιν ἀναλαβὼν ἀγῶνάς τε θυμελικοὺς ἐποίει καὶ πότους συνεχεῖς τῶν φίλων, §17.110.8ἐν οἷς Ἡφαιστίων ἀκαίροις μέθαις χρησάμενος καὶ περιπεσὼν ἀρρωστίᾳ τὸν βίον ἐξέλιπεν·
在这里,他让军队休整了一段时间,举办了戏剧竞赛,并与朋友们连续举行酒宴,在这些酒宴中,赫菲斯提翁因过度饮酒而病倒并去世。
ὁ δὲ βασιλεὺς χαλεπῶς ἐνέγκας τὸ συμβὰν τὸ σῶμα τοῦ τετελευτηκότος Περδίκκᾳ παρέδωκεν εἰς Βαβυλῶνα κομίσαι, βουλόμενος ἐπιφανεστάτην αὐτοῦ ποιήσασθαι τὴν ταφήν.
国王对这一变故深感悲痛,将死者的遗体交给佩尔迪卡斯运往巴比伦,因为他希望为其举行极其隆重的葬礼。