§17.110.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀντικλέους Ῥωμαῖοι κατέστησαν ὑπάτους Λεύκιον Κορνήλιον καὶ Κόιντον Ποπίλλιον. ἐπὶ δὲ τούτων Ἀλέξανδρος εἰς τὸν τῶν ἀπολελυμένων ἀριθμὸν ἀνεπλήρωσεν ἐκ τῶν Περσῶν καὶ χιλίους αὐτῶν εἰς τοὺς περὶ τὴν αὐλὴν ἔταξεν ὑπασπιστὰς καὶ τὸ σύνολον οὐχ ἥττους εἰς πίστιν τῶν Μακεδόνων ὑπέλαβεν.
アテナイにおいてアンティクレスがアルコンであり、ローマにおいてルキウス・コルネリウスとクィントゥス・ポピリウスが執政官に就任した時、彼らの任期中に、アレクサンドロスは除隊された者たちの定員をペルシア人によって補充し、そのうちの一千人を王宮護衛の盾持ち兵に任命した。 そして総じて、彼らをマケドニア人たちに劣らず信頼できる者たちと見なした。
§17.110.2ἧκεν δὲ κατὰ τοῦτον τὸν καιρὸν καὶ Πευκέστης ἄγων Πέρσας τοξότας καὶ σφενδονήτας δισμυρίους·
またこの時期に、ペウケステスがペルシア人の弓兵と投石兵二万人を率いて到着した。
καταμίξας δὲ τούτους τοῖς προϋπάρχουσι στρατιώταις τῇ καινότητι τῆς καινοτομίας κατεσκεύασε τὴν ὅλην δύναμιν κεκραμένην καὶ ἁρμόζουσαν τῇ ἰδίᾳ προαιρέσει.
彼はこれらの兵を既存の兵士たちに混ぜ合わせ、この改革の新奇さによって、軍勢全体を自らの意図に融和し適合するものへと再編した。
§17.110.3τῶν δὲ Μακεδόνων ἐκ τῶν αἰχμαλωτίδων γεγεννηκότων υἱοὺς τὸν ἀριθμὸν τῶν παίδων ἀκριβῶς ἐσκέψατο, ὄντων δʼ αὐτῶν σχεδὸν μυρίων ἅπασι τὰς ἁρμοζούσας πρὸς τροφὴν ἐλευθέριον συντάξεις ἀπομερίσας τούτοις μὲν παιδευτὰς ἐπέστησε τοὺς διδάξοντας τὴν ἁρμόζουσαν παιδείαν, αὐτὸς δὲ ἀναλαβὼν τὴν δύναμιν προῆγεν ἐκ τῶν Σούσων καὶ διαβὰς τὸν Τίγριν ἐν ταῖς Κάραις καλουμέναις κώμαις κατεστρατοπέδευσεν.
他方、マケドニア人たちが捕虜の女性たちとの間に儲けた息子たちについて、王はその子供たちの数を正確に調査させた。 彼らがほぼ一万人であることを知ると、全員に自由市民にふさわしい養育のための適切な手当を割り当て、彼らにふさわしい教育を施すための教師たちを配置した。 そして彼自身は、軍勢を率いてスサから進軍し、ティグリス川を渡って、カライと呼ばれる村々に陣を敷いた。
§17.110.4ἑξῆς δʼ ἐν ἡμέραις τέτταρσι τὴν Σιττακινὴν διανύσας ἧκεν εἰς τὰ καλούμενα Σάμβανα.
次いで四日間のうちにシッタキネを通過し、サンバナと呼ばれる地に到着した。
ἐνταῦθα δὲ μείνας ἡμέρας ἑπτὰ καὶ προσαναλαβὼν τὴν δύναμιν τριταῖος εἰς τοὺς Κέλωνας προσαγορευομένους ἧκεν, ἐν ᾧ μέχρι νῦν διαμένει γένος Βοιώτιον, κατὰ μὲν τὴν Ξέρξου στρατείαν ἀνάστατον γεγονός, μεμνημένον δʼ ἔτι τῶν πατρίων νόμων·
そこで七日間滞在して軍勢を休養させ、三日目にケロナイと呼ばれる地に至った。 そこには現在に至るまで、ボイオティア人の子孫が暮らしている。 彼らはクセルクセスの遠征の際に強制移住させられたが、いまだ祖国の掟を記憶していた。
§17.110.5ὄντες γὰρ οὗτοι δίφωνοι τῇ μὲν ἑτέρᾳ διαλέκτῳ ἐξωμοιώθησαν τοῖς ἐγχωρίοις, τῇ δʼ ἑτέρᾳ πλείστας τῶν Ἑλληνικῶν λέξεων διετήρουν καὶ τῶν ἐπιτηδευμάτων ἔνια διεφύλαττον.
というのも、彼らは二つの言語を話し、一方の言語では現地人に同化していたが、もう一方の言語ではギリシア語の単語の大部分を維持し、かつての習慣のいくつかをも守り続けていたからである。
τέλος δὲ προσμείνας ἡμέρας ἀνέζευξε καὶ παρεγκλίνας τὴν ὑποκειμένην ὁδὸν θέας ἕνεκεν ἦλθεν εἰς τὴν ὀνομαζομένην Βαγιστάνην, θεοπρεπεστάτην τε χώραν οὖσαν καὶ πλήρη καρπίμων δένδρων καὶ τῶν ἄλλων ἁπάντων τῶν πρὸς ἀπόλαυσιν ἀνηκόντων.
最後に王は数日滞在した後に軍を移動させ、進路を変えて見物のためにバギスタネと呼ばれる地を訪れた。 そこは神にふさわしい極めて美しい土地であり、果樹やその他、人生を楽しむために必要なあらゆるものに満ちていた。
§17.110.6μετὰ δὲ ταῦτα παρελθὼν εἴς τινα χώραν δυναμένην ἐκτρέφειν ἀγέλας παμπληθεῖς ἵππων, ἐν ᾗ τὸ παλαιὸν ἔφασαν ἑκκαίδεκα μυριάδας ἵππων γεγονέναι φορβάδων, κατὰ δὲ τὴν Ἀλεξάνδρου παρουσίαν ἓξ μόναι μυριάδες ἠριθμήθησαν, ἐνταῦθα διαμείνας ἡμέρας τριάκοντα ἑβδομαῖος διήνυσεν εἰς Ἐκβάτανα τῆς Μηδείας.
その後、膨大な馬の群れを飼育できる地域に入った。 そこでは、古くは十六万頭の繁殖用牝馬がいたと言われていたが、アレクサンドロスの到来時には六万頭しか数えられなかった。 そこに三十日間留まった後、七日間で移動してメディアのエクバタナに到着した。
§17.110.7ταύτης δέ φασι διακοσίων μὲν καὶ πεντήκοντα σταδίων τὴν περίμετρον ὑπάρχειν, βασίλεια δʼ ἔχειν τῆς ὅλης Μηδείας καὶ θησαυροὺς πολλῶν χρημάτων.
この都市は、周囲が二百五十スタディオンあり、全メディアの王宮と多額の財宝の貯蔵庫があるとされている。
ἔνθα δὴ χρόνον τινὰ τὴν δύναμιν ἀναλαβὼν ἀγῶνάς τε θυμελικοὺς ἐποίει καὶ πότους συνεχεῖς τῶν φίλων,
そこで王はしばらく軍勢を休養させ、劇場での競技会を催したり、友人たちと絶え間ない宴会を開いたりした。
§17.110.8ἐν οἷς Ἡφαιστίων ἀκαίροις μέθαις χρησάμενος καὶ περιπεσὼν ἀρρωστίᾳ τὸν βίον ἐξέλιπεν·
その中で、ヘファイスティオンが不適切な過飲にふけり、病に倒れてこの世を去った。
ὁ δὲ βασιλεὺς χαλεπῶς ἐνέγκας τὸ συμβὰν τὸ σῶμα τοῦ τετελευτηκότος Περδίκκᾳ παρέδωκεν εἰς Βαβυλῶνα κομίσαι, βουλόμενος ἐπιφανεστάτην αὐτοῦ ποιήσασθαι τὴν ταφήν.
王はこの出来事を深く悲しみ、亡くなった者の遺体をペルディッカスに託してバビロンへ運ばせた。 彼の葬儀を最も壮麗なものとして行おうと望んだからである。