Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §17.107.1-17.107.6

哲学家卡拉诺斯的自焚与苏萨集体婚礼

第 712 段,共 723 段 · 希腊语

内容简介

在亚历山大前往苏萨的途中,患病的印度哲学家卡拉诺斯在国王准备的火葬台上自焚身亡。抵达苏萨后,国王迎娶了大流士之女,并为部下与波斯贵族妇女举办了集体婚礼。

§17.107.1ὁ δὲ βασιλεὺς περὶ τούτων διακούσας τοῖς μὲν ἡγουμένοις τοῦ στόλου παρήγγειλεν ἐπὶ τὸν Εὐφράτην καταπλεῦσαι, αὐτὸς δὲ μετὰ τῆς δυνάμεως πολλὴν χώραν διελθὼν συνῆψε τοῖς Σουσιανοῖς ὅροις.
国王详细听取了这些报告后,命令舰队的指挥官们向幼发拉底河航行,而他自己则率领军队穿过许多地区,抵达了苏萨的边界。
περὶ δὲ τοὺς καιροὺς τούτους Κάρανος ὁ Ἰνδός, ἐν φιλοσοφίᾳ μεγάλην ἔχων προκοπὴν καὶ τιμώμενος ὑπʼ Ἀλεξάνδρου, παράδοξον ἐποιήσατο τὴν τοῦ βίου καταστροφήν.
大约在这个时候,印度人卡拉诺斯——他在哲学上取得了巨大的进步,并深受亚历山大的器重——以一种令人惊异的方式结束了自己的生命。
§17.107.2βεβιωκὼς γὰρ ἔτη τρία πρὸς τοῖς ἑβδομήκοντα καὶ πάντα τὸν χρόνον ἀπείρατος γεγονὼς ἀρρωστίας ἔκρινεν ἑαυτὸν ἐκ τοῦ ζῆν μεταστῆσαι ὡς τὸ τέλειον τῆς εὐδαιμονίας παρά τε τῆς φύσεως καὶ τῆς τύχης ἀπειληφώς.
因为他已经活到了七十三岁,且一生中从未经历过疾病,他认为自己已经从自然和命运中获得了完美的幸福,于是决定离开人世。
§17.107.3καταπειραθεὶς δʼ ὑπʼ ἀρρωστίας καὶ καθʼ ἡμέραν αἰεὶ μᾶλλον βαρυνόμενος ἠξίωσε τὸν βασιλέα πυρὰν αὐτῷ μεγάλην κατασκευάσαι καὶ προσαναβάντος ἐπὶ ταύτην αὐτοῦ προστάξαι τοῖς ὑπηρέταις πῦρ ἐνεῖναι.
但当他受到疾病折磨,且病情一天比一天沉重时,他请求国王为他建造一座巨大的火葬台,并要求在他登上火葬台后,国王命令仆人们点火。
§17.107.4ὁ δὲ Ἀλέξανδρος τὸ μὲν πρῶτον αὐτὸν ἀποτρέπειν ἐπειρᾶτο ταύτης τῆς ἐπιβολῆς, ὡς δʼ οὐχ ὑπήκουσεν, ὡμολόγησε συντελέσειν περὶ ὧν ἠξιωκὼς ἦν.
亚历山大起初试图劝阻他放弃这一企图,但由于他不听劝阻,便答应履行他所请求的事。
διαγγελθείσης δὲ τῆς πράξεως ἡ μὲν πυρὰ κατεσκευάσθη, τὸ δὲ πλῆθος κατήντησεν ἐπὶ τὴν παράδοξον θέαν.
当这件事传开后,火葬台建造完毕,群众纷纷聚集来观看这奇特的景象。
§17.107.5ὁ δὲ Κάρανος ἀκολουθήσας τοῖς ἰδίοις δόγμασι τεθαρρηκότως ἐπέστη τῇ πυρᾷ καὶ μετὰ ταύτης καταφλεχθεὶς ἐτελεύτησεν.
卡拉诺斯遵循自己的教义,毫无畏惧地站在火葬台上,与火葬台一同被焚烧,结束了生命。
τῶν δὲ παρόντων οἱ μὲν μανίαν αὐτοῦ κατέγνωσαν, οἱ δὲ κενοδοξίαν ἐπὶ καρτερίᾳ, τινὲς δὲ τὴν εὐψυχίαν καὶ τὴν τοῦ θανάτου καταφρόνησιν ἐθαύμασαν.
在场的人中,有人谴责他的疯狂,有人谴责这是为了炫耀坚忍的虚荣,但也有人赞叹他的英勇以及对死亡的蔑视。
§17.107.6ὁ δὲ βασιλεὺς τοῦτον μὲν ἔθαψε πολυτελῶς, αὐτὸς δὲ παρελθὼν εἰς Σοῦσα τὴν μὲν πρεσβυτέραν τῶν Δαρείου θυγατέρων Στάτειραν ἔγημεν, τὴν δὲ νεωτέραν Ἡφαιστίωνι συνῴκισε Δρυπῆτιν.
国王厚葬了他,而他自己则前往苏萨,娶了大流士的大女儿斯妲特拉为妻,并将小女儿德莉比蒂斯嫁给赫费斯提翁。
ἔπεισε δὲ καὶ τοὺς ἐπιφανεστάτους τῶν φίλων γῆμαι καὶ συνῴκισεν αὐτοῖς τὰς εὐγενεστάτας παρθένους Περσίδας.
他还说服了他最显赫的朋友们结婚,并将最显贵的波斯处女嫁给他们。

词汇与语法注释

  1. 17.107.1παράδοξον — 形容词 παράδοξον 对宾语 τὴν τοῦ βίου καταστροφήν(生命的终结)作宾语补足语(谓语性修饰),表示“使自己生命的终结变得令人惊异”。
  2. 17.107.2ὡς... ἀπειληφώς — 连词 ὡς 加上分词 ἀπειληφώς(ἀπολαμβάνω 的动词完成活性分词)表示主语(卡拉诺斯)主观上的原因(“认为自己已经获得了……”)。完成时态强调幸福的圆满已经达成并处于该状态。
  3. 17.107.3προσαναβάντος ἐπὶ ταύτην αὐτοῦ — 属格独立结构。在由 ἠξίωσε τὸν βασιλέα... κατασκευάσαι 延续至 καὶ... προστάξαι 的句法流中,插入了“当他登上它之后”的时间性或条件性背景。
  4. 17.107.5κενοδοξίαν ἐπὶ καρτερίᾳ — 省略了前一分句的动词 κατέγνωσαν,。介词 ἐπὶ 加上与格表示“以……为基础”或“伴随……”,在此处被理解为“基于坚忍的(或为了显摆坚忍的)虚荣心”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §17.107.1-17.107.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.107.1-17.107.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。