Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §17.100.1-17.100.8

コラゴスとディオクシッポスの決闘

705 / 723 箇所 · ギリシア語

要旨

アレクサンドロスの回復を祝う宴席で、マケドニア人の勇士コラゴスとアテナイ人の王者ディオクシッポスの決闘が組まれる。全身武装のコラゴスに対し、裸に棍棒のみで挑んだディオクシッポスが圧倒的な力と技術で勝利を収める。

§17.100.1ὁ δὲ Ἀλέξανδρος διασωθεὶς ἐκ τοῦ τραύματος καὶ θύσας τοῖς θεοῖς σωτήρια μεγάλας ἑστιάσεις τῶν φίλων ἐποιεῖτο.
アレクサンドロスは負傷から回復し、神々に感謝の生贄を捧げると、友人たちのために盛大な宴を催した。
παρὰ δὲ τὸν πότον ἴδιόν τι συνέβη γενέσθαι καὶ μνήμης ἄξιον.
そして、その酒宴の席で、ある奇妙で記憶に値する出来事が起こった。
§17.100.2ἐν γὰρ τοῖς ἑταίροις παραληφθείς τις Μακεδών, ὄνομα Κόραγος, ῥώμῃ σώματος διαφέρων καὶ πολλάκις ἐν ταῖς μάχαις ἠνδραγαθηκώς, παροξυνθεὶς ὑπὸ τῆς μέθης προεκαλέσατο μονομαχῆσαι Διώξιππον τὸν Ἀθηναῖον, ἀθλητὴν ἄνδρα καὶ ταῖς ἐπιφανεστάταις νίκαις ἐστεφανωμένον.
すなわち、ヘタイロイの中に加えられていたコラゴスという名のあるマケドニア人が、優れた肉体の強さを持ち、戦いにおいて何度も武功を立てていたが、酔いに任せて興奮し、アテナイ人のディオクシッポスに決闘を挑んだのである。 このディオクシッポスは、アスリートであり、最も輝かしい勝利によって栄冠を授けられた人物であった。
§17.100.3τῶν δὲ παρακεκλημένων ἐπὶ τὸν πότον, ὡς εἰκός, συνεπιλαβομένων τῆς φιλοτιμίας καὶ τοῦ μὲν Διωξίππου συγκαταθεμένου, τοῦ δὲ βασιλέως ἡμέραν τῆς μάχης τάξαντος, ὡς ὁ τῆς μονομαχίας χρόνος ἧκεν, πολλαὶ μυριάδες ἀνδρῶν συνήχθησαν ἐπὶ τὴν θέαν.
酒宴に招かれていた人々が、当然のことながら、この競争心を煽り立て、ディオクシッポスも同意し、王が決闘の日を定めたので、決闘の時が来ると、何万人もの人々が見物のために集まった。
§17.100.4καὶ τῶν μὲν Μακεδόνων ὁμοεθνῶν ὄντων τῷ Κοράγῳ καὶ τοῦ βασιλέως συμφιλοτιμουμένου, τῶν δὲ Ἑλλήνων τῷ Διωξίππῳ συναγωνιώντων προῆλθεν εἰς τὸν ἀγῶνα ὁ μὲν Μακεδὼν πολυτελέσιν ὅπλοις κεκοσμημένος, ὁ δʼ Ἀθηναῖος γυμνὸς ὑπαληλιμμένος,
マケドニア人たちはコラゴスと同郷人であったために彼を支持し、王も彼らとともに熱中しており、他方でギリシア人たちはディオクシッポスのために固唾をのんで応援するなか、マケドニア人は高価な武具で身を飾り、アテナイ人は裸になって体に油を塗って、それぞれ競技の場へと進み出た。
§17.100.5ἔχων ῥόπαλον σύμμετρον.
適度な大きさの棍棒を手に持っていた。
ἀμφοτέρων δὲ τῇ τε τοῦ σώματος ῥώμῃ καὶ τῇ τῆς ἀλκῆς ὑπεροχῇ θαυμαζομένων οἱονεί τις θεομαχία μέλλουσα γίνεσθαι προσεδοκήθη·
両者ともに肉体の力強さと武勇の際立ちによって称賛されていたため、あたかも神々の闘いが今まさに始まろうとしているかのように期待された。
ὁ μὲν γὰρ Μακεδὼν διά τε τὴν φύσιν τοῦ σώματος καὶ τὴν λαμπρότητα τῶν ὅπλων μεγάλην ἐπιφέρων κατάπληξιν Ἄρει παρεμφερὴς ὑπελαμβάνετο, ὁ δὲ Διώξιππος ὑπερέχων τε τῇ ῥώμῃ καὶ διὰ τὴν ἐκ τῆς ἀθλήσεως μελέτην, ἔτι δὲ διὰ τὴν περὶ τὸ ῥόπαλον ἰδιότητα τὴν πρόσοψιν Ἡρακλεωτικὴν εἶχεν.
というのも、マケドニア人はその体格と武具の輝きゆえに大いなる威圧感を与え、アレスに酷似しているとみなされたのに対し、ディオクシッポスは力において勝り、競技生活による鍛錬を積み、さらに棍棒という特徴的な武器を携えていることから、ヘラクレスのような風貌を呈していたからである。
§17.100.6ὡς δʼ ἐπῆγον ἀλλήλοις, ὁ μὲν Μακεδὼν ἐκ συμμέτρου διαστήματος λόγχην ἠκόντισεν, ὁ δʼ ἕτερος βραχὺ παρεγκλίνας τὴν ἐπιφερομένην πληγὴν ἐξένευσεν.
彼らが互いに迫ると、マケドニア人は適度な距離から槍を投げつけたが、もう一方はわずかに身をかわして、向かってくる打撃を避けた。
εἶθʼ ὁ μὲν τὴν Μακεδονικὴν σάρισαν προβεβλημένος ἐπεπορεύετο, ὁ δʼ ἐγγίσαντος αὐτοῦ τῷ ῥοπάλῳ πατάξας τὴν σάρισαν ἀπέθραυσεν.
それから、前者がマケドニア式のサリサを前に突き出して進み出ると、後者は彼が近づいたところで、棍棒で叩いてそのサリサを叩き折った。
§17.100.7ὁ δὲ δυσὶν ἐλαττώμασι περιπεσὼν ἐπὶ τὴν ἀπὸ τοῦ ξίφους μάχην κατήντησεν.
二度の失敗を被ったマケドニア人は、剣による戦いへと移行した。
μέλλοντος δʼ αὐτοῦ σπᾶσθαι τὴν μάχαιραν ἔφθασε προπηδήσας καὶ τῇ μὲν εὐωνύμῳ κατέλαβε τὴν ἕλκουσαν τὸ ξίφος χεῖρα, τῇ δʼ ἄλλῃ κινήσας ἐκ τῆς βάσεως τὸν ἀντίπαλον ὑπέσυρε τὰ σκέλη.
しかし、彼が剣を抜こうとした瞬間、ディオクシッポスが先手を打って前に飛び出し、左手で剣を抜こうとしている相手の手を掴み、もう一方の手で敵を体勢から崩して、その足を払った。
§17.100.8ῥιφέντος δʼ ἐπὶ γῆν ἐπιβὰς ἐπὶ τὸν τράχηλον τῷ ποδὶ καὶ τὸ ῥόπαλον ἀνατεινάμενος ἀνέβλεψεν πρὸς τοὺς θεωμένους.
相手が地面に投げ倒されると、ディオクシッポスは相手の首を足で踏みつけ、棍棒を振り上げて、観客たちのほうを見上げた。

語釈・文法注

  1. §17.100.3τῶν δὲ παρακεκλημένων ἐπὶ τὸν πότον, ὡς εἰκός, συνεπιλαβομένων τῆς φιλοτιμίας — 属格独立構文。主語は `τῶν παρακεκλημένων`(宴会に招かれた人々)。動詞 `συνεπιλαμβάνομαι` は「ともに手を取る、助長する、加担する」を意味し、属格の補語 `τῆς φιλοτιμίας`(競争心、名誉欲)を伴う。
  2. §17.100.7ἔφθασε προπηδήσας — 動詞 `φθάνω`(先んじる、〜より早く行う)が補助分詞(`προπηδήσας`、飛び出して)を伴い、「先んじて飛び出した」あるいは「相手が〜するよりも早く飛び出した」という、時間的な先手を表す古典ギリシア語の典型的構文。ここでは前出の属格独立構文 `μέλλοντος δʼ αὐτοῦ σπᾶσθαι τὴν μάχαιραν`(彼が剣を抜こうとしていたときに)に対して、ディオクシッポスが先手を取ったことを示している。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §17.100.1-17.100.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.100.1-17.100.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。