Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §16.9.1-16.9.6

狄翁登陆西西里与召集盟军

第 517 段,共 723 段 · 希腊语

内容简介

以雅典和罗马的执政官任期为契机,叙述了狄翁如何凭借极为有限的资源登陆西西里对抗狄奥尼修斯的强大僭主统治,并在向叙拉古推进的途中迅速组织起大批盟军的过程。

§16.9.1ἐπʼ ἄρχοντος γὰρ Ἀθήνησιν Ἀγαθοκλέους Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Φάβιον καὶ Γάιον Πόπλιον.
当阿加托克利斯在雅典担任执政官时,罗马人任命马尔库斯·法比乌斯和盖乌斯·波普利乌斯为执政官。
ἐπὶ δὲ τούτων Δίων ὁ Ἱππαρίνου κατέπλευσεν εἰς τὴν Σικελίαν καταλύσων τὴν Διονυσίου τυραννίδα, ἐλαχίσταις δὲ τῶν πρὸ αὐτοῦ πάντων χρησάμενος ἀφορμαῖς μεγίστην δυναστείαν τῶν κατὰ τὴν Εὐρώπην κατέλυσεν ἀνελπίστως.
在他们任内,希帕里诺斯之子狄翁乘船前往西西里,以图推翻狄奥尼修斯的僭主统治,尽管他所动用的资源在所有前人之中最为微薄,却出人意料地推翻了欧洲最强大的统治权力。
§16.9.2τίς γὰρ ἂν πιστεύσειεν ὅτι δυσὶ φορτηγοῖς ναυσὶ καταπλεύσας περιεγένετο δυνάστου ναῦς μὲν μακρὰς ἔχοντος τετρακοσίας, στρατιώτας δὲ πεζοὺς μὲν εἰς δέκα μυριάδας, ἱππεῖς δὲ μυρίους, ὅπλων δὲ καὶ σίτου καὶ χρημάτων τοσαύτην παρασκευὴν ὅσην εἰκός ἐστι κεκτῆσθαι τὸν μέλλοντα χορηγήσειν δαψιλῶς ταῖς προειρημέναις δυνάμεσι, χωρὶς δὲ τῶν εἰρημένων πόλιν μὲν ἔχοντα μεγίστην τῶν Ἑλληνίδων, λιμένας δὲ καὶ νεώρια καὶ κατεσκευασμένας ἀκροπόλεις ἀναλώτους, ἔτι δὲ συμμάχων δυνατῶν ἔχοντα πλῆθος;
因为谁能相信,一个仅乘两艘商船登陆的人,竟然战胜了一位拥有四百艘军舰、多达十万步兵、一万骑兵的统治者? 该统治者在武器、粮食和资金上的准备极其充足,正适合一个将要丰厚供给上述军队的人所拥有的规模;而除上述之外,该统治者还拥有一座希腊最大城市,以及港口、船坞和建有坚不可摧的卫城,更有大批强大的盟友。
§16.9.3αἰτία δʼ ὑπῆρχε τῷ Δίωνι τῶν προτερημάτων μάλιστα μὲν ἡ ἰδία λαμπρότης τῆς ψυχῆς καὶ ἀνδρεία καὶ ἡ τῶν ἐλευθεροῦσθαι μελλόντων εὔνοια, τὸ δὲ τούτων ἁπάντων μεῖζον ἥ τε ἀνανδρία τοῦ τυράννου καὶ τὸ τῶν ἀρχομένων πρὸς αὐτὸν μῖσος· πάντα γὰρ ταῦτα πρὸς ἕνα καιρὸν συνδραμόντα παραδόξως τὰς ἀπιστουμένας πράξεις πρὸς τέλος ἤγαγεν.
狄翁取得成功的因由,首先在于他自身心灵的高尚与勇敢,以及那些即将获得解放之人的好意,但比所有这些更重要的,是僭主的懦弱以及臣民对他的憎恨;因为所有这些因素在同一时刻汇聚在一起,出人意料地将那些令人难以置信的伟业带向了完成。
§16.9.4ἡμεῖς δʼ ἀφέμενοι τούτων τῶν λόγων ἐπὶ τὴν ἀναγραφὴν τῶν κατὰ μέρος πεπραγμένων τρεψόμεθα.
而我们,在结束这些论述后,将转而记录具体发生的事情。
Δίων γὰρ ἐκ Ζακύνθου τῆς πρὸς Κεφαλληνίαν δυσὶ φορτίσι ναυσὶν ἀναχθεὶς κατέπλευσε τῆς Ἀκραγαντίνης εἰς τὴν ὀνομαζομένην Μίνῳαν.
狄翁从靠近凯法莱尼亚的扎金索斯出发,乘两艘货船出航,在阿克拉加斯境内的被称为米诺阿的地方登陆。
αὕτη δὲ τὸ μὲν παλαιὸν ὑπὸ Μίνωος ἐκτίσθη τοῦ βασιλέως Κρητῶν, καθʼ ὃν καιρὸν ζητῶν Δαίδαλον ἐπεξενώθη Κωκάλῳ τῷ βασιλεῖ τῶν Σικανῶν· κατὰ δὲ τοὺς ὑποκειμένους καιροὺς ἡ μὲν πόλις αὕτη τοῖς Καρχηδονίοις ὑπήκουεν, ὁ δʼ ἐπιστάτης αὐτῆς, ὄνομα Πάραλος, φίλος ὢν Δίωνος προθύμως ὑπεδέξατʼ αὐτόν.
这座城市古时由克里特国王米诺斯建立,当时他正在寻找代达罗斯,并受到西卡尼人国王科卡洛斯的款待;但在目前所谈到的时期,这座城市臣服于迦太基人,而其长官名叫帕拉洛斯,是狄翁的朋友,因此热诚地接待了他。
§16.9.5ὁ δὲ Δίων ἐξελόμενος ἐκ τῶν φορτηγῶν πανοπλίας πεντακισχιλίας τῷ Παράλῳ παρέδωκεν καὶ παρεκάλεσεν αὐτὸν ἁμάξαις παρακομίσαι πρὸς τὰς Συρακούσσας· αὐτὸς δὲ τοὺς μισθοφόρους παραλαβών, ὄντας χιλίους, προῆγεν ἐπὶ τὰς Συρακούσσας.
狄翁从商船上卸下五千套完整的盔甲,交给了帕拉洛斯,并嘱咐他用车运往叙拉古;他自己则带领着一千名雇佣军向叙拉古推进。
ἐν παρόδῳ δὲ τούς τε Ἀκραγαντίνους καὶ Γελῴους καί τινας τῶν τὴν μεσόγειον οἰκούντων Σικανῶν τε καὶ Σικελῶν, ἔτι δὲ Καμαριναίους πείσας συνελευθερῶσαι τοὺς Συρακοσίους προῆγεν ἐπὶ τὴν κατάλυσιν τοῦ τυράννου.
在途中,他劝服了阿克拉加斯人、杰拉人,以及居住在内陆的一些西卡尼人和西克尔人,此外还有卡马里纳人,共同解放叙拉古人,随后向推翻僭主的方向推进。
§16.9.6πολλῶν δὲ πάντοθεν συρρυέντων μετὰ τῶν ὅπλων ταχὺ πλείους τῶν δισμυρίων στρατιωτῶν ἠθροίσθησαν.
由于许多人从四面八方携带武器汇聚而来,很快就聚集了两万多名士兵。
οὐδὲν δʼ ἧττον καὶ πολλοὶ τῶν ἐκ τῆς Ἰταλίας Ἑλλήνων καὶ Μεσσηνίων μετεπέμφθησαν καὶ πάντες σὺν πολλῇ προθυμίᾳ κατὰ σπουδὴν ἧκον.
不仅如此,许多来自意大利的希腊人和麦西尼亚人也接到了召唤,大家全都怀着极大的热忱匆忙赶来。

词汇与语法注释

  1. 16.9.2ἔχοντα — 该分词(以及后文 ἔχοντα πλῆθος 中的 ἔχοντα)修饰属格名词 δυνάστου,语法上本应使用属格形式(ἔχοντος)。然而,由于句子结构冗长,此处发生了语法破格(anacoluthon),致使分词转变为了宾格。前半句中的 ναῦς μὲν μακρὰς ἔχοντος 正确地保留了属格形式。
  2. 16.9.2τὸν μέλλοντα — 这是在依存于非人称表达 εἰκός ἐστι 的“宾格加不定式”(A.C.I.)结构中,作为不定式 κεκτῆσθαι 逻辑主语的宾格形式。此外,这个名词化的分词 τὸν μέλλον(意为“将要……的人”)自身还支配着将来时不定式 χορηγήσειν。
  3. 16.9.4τῆς Ἀκραγαντίνης — 这是一个阴性单数属格,修饰省略的名词 χώρας(意为“领土”或“土地”)。它起到了地区性属格的作用,指明米诺阿所处在的范围(“阿克拉加斯境内”)。
  4. 16.9.6πλείους — 这是 πλείονες(比较级 πλείων 的阳性复数主格)的缩减形式。它与表示比较的属格 τῶν δισμυρίων 连用,充当动词 ἠθροίσθησαν 的主语。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §16.9.1-16.9.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.9.1-16.9.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。