§16.10.1ὡς δʼ ἐπὶ τοῖς ὅροις τῆς Συρακοσίας ὁ Δίων ἦν, ἀπήντα πρὸς αὐτὸν πλῆθος ἀνόπλων ἀνθρώπων ἔκ τε τῆς χώρας καὶ τῆς πόλεως· ἀπίστως γὰρ διακείμενος ὁ Διονύσιος πρὸς τοὺς Συρακοσίους πολλῶν τὰ ὅπλα παρῄρητο.
当狄翁到达叙拉古领地的边界时,许多来自乡间和城内的无武装人民前来迎接他;因为狄奥尼修斯对叙拉古人怀有不信任,已经收缴了许多人的武器。
§16.10.2κατὰ δὲ τοῦτον τὸν καιρὸν ὁ μὲν τύραννος περὶ τὰς νεοκτίστους πόλεις κατὰ τὸν Ἀδρίαν διέτριβε μετὰ πολλῶν δυνάμεων, οἱ δʼ ἐπὶ τῆς φυλακῆς τῶν Συρακουσσῶν ἀπολειφθέντες ἡγεμόνες τὸ μὲν πρῶτον ἐπειρῶντο μετακαλεῖσθαι τοὺς Συρακοσίους ἀπὸ τῆς ἀποστάσεως· ἀκατασχέτου δὲ τῆς ὁρμῆς τῶν ὄχλων οὔσης ἀπογνόντες τοὺς μισθοφόρους καὶ τοὺς τὰ τοῦ δυνάστου φρονοῦντας ἤθροισαν καὶ τὰς τάξεις πληρώσαντες τοῖς ἀφεστηκόσιν ἐπιθέσθαι διέγνωσαν.
此时,僭主正率领大军逗留在亚得里亚海沿岸新建立的城市附近,而留守防卫叙拉古的将领们起初试图劝说叙拉古人放弃叛乱;但由于群众的冲动势不可挡,他们便放弃了希望,召集了雇佣军和支持统治者的人,整顿好队伍,决定向叛乱者发起进攻。
§16.10.3Δίων δὲ τοῖς μὲν ἀνόπλοις τῶν Συρακοσίων διέδωκε τὰς πεντακισχιλίας πανοπλίας, τοὺς δὲ ἄλλους ἐκ τῶν δυνατῶν τοῖς παρατυχοῦσιν ὅπλοις συνεσκεύασεν.
狄翁将五千套盔甲分发给没有武装的叙拉古人,并尽可能用手头现有的武器武装了其余的人。
συναγαγὼν δʼ ἅπαντας εἰς κοινὴν ἐκκλησίαν ἀπεφαίνετο μὲν ἑαυτὸν ἥκειν ἐπὶ τὴν ἐλευθέρωσιν τῶν Σικελιωτῶν, παρεκάλει δὲ στρατηγοὺς αἱρεῖσθαι τοὺς εὐθέτους πρὸς τὴν ἀποκατάστασιν τῆς αὐτονομίας καὶ τὴν κατάλυσιν τῆς ὅλης τυραννίδος.
他将所有人召集到公民大会上,表明自己是为了解放西西里希腊人而来,并敦促他们选举适合恢复自治和推翻整个僭主统治的将军。
τὸ δὲ πλῆθος ὥσπερ ἀπὸ μιᾶς φωνῆς ἀνεβόησε στρατηγοὺς αἱρεῖσθαι τόν τε Δίωνα καὶ τὸν ἀδελφὸν αὐτοῦ Μεγακλῆν αὐτοκράτορας.
群众仿佛异口同声地高呼,选举狄翁和他的兄弟梅加克勒斯为全权将军。
§16.10.4εὐθὺς οὖν ἀπὸ τῆς ἐκκλησίας ἐκτάξας τὴν δύναμιν προσῆγε τῇ πόλει.
于是,在大会结束后,他立即整队出发,向城市进军。
οὐδενὸς δʼ ἀντιποιουμένου τῶν ὑπαίθρων ἀδεῶς εἰσῆλθεν ἐντὸς τοῦ τείχους καὶ διὰ τῆς Ἀχραδινῆς πορευθεὶς εἰς τὴν ἀγορὰν κατεστρατοπέδευσεν, οὐδενὸς τολμῶντος ἐπεξιέναι.
由于没有人试图防守郊外,他毫无畏惧地进入城墙内,穿过阿克拉迪纳前往广场并安营扎寨,没有一个人敢出来迎战。
§16.10.5ὁ δὲ σύμπας ἀριθμὸς ἦν τῶν μετὰ Δίωνος στρατιωτῶν οὐκ ἐλάττους τῶν πεντακισμυρίων.
随同狄翁的士兵总数不少于五万人。
οὗτοι δὲ πάντες ἐστεφανωμένοι κατῆλθον εἰς τὴν πόλιν προηγουμένου τοῦ τε Δίωνος καὶ τοῦ Μεγακλέους καὶ μετὰ τούτων τριάκοντα Συρακοσίων, οἳ μόνοι τῶν κατὰ τὴν Πελοπόννησον φυγάδων Συρακοσίοις μετασχεῖν τῶν κινδύνων ἠθέλησαν.
他们全都戴着花冠进城,由狄翁和梅加克勒斯领头,同行的还有三十名叙拉古人,他们是伯罗奔尼撒的叙拉古流亡者中,仅有的愿意与叙拉古同胞共担危险的人。