§16.87.1λέγουσι δέ τινες ὅτι καὶ παρὰ τὸν πότον πολὺν ἐμφορησάμενος ἄκρατον καὶ μετὰ τῶν φίλων τὸν ἐπινίκιον ἄγων κῶμον διὰ μέσων τῶν αἰχμαλώτων ἐβάδιζεν ὑβρίζων διὰ λόγων τὰς τῶν ἀκληρούντων δυστυχίας.
但有人说,国王在宴席上饮了大量未掺水的烈酒,并与朋友们举行庆祝胜利的狂欢,在俘虏之中穿行,用言语侮辱这些不幸者的灾难。
Δημάδην δὲ τὸν ῥήτορα κατʼ ἐκεῖνον τὸν καιρὸν ἐν τοῖς αἰχμαλώτοις ὄντα χρήσασθαι παρρησίᾳ καὶ λόγον ἀποφθέγξασθαι δυνάμενον ἀναστεῖλαι τὴν τοῦ βασιλέως ἀσέλγειαν.
然而他们说,当时在俘虏之中的修辞学家德马德斯表现得直言不讳,并说出了一番足以遏制国王放荡行为的话。
§16.87.2φασὶ γὰρ εἰπεῖν αὐτόν, βασιλεῦ, τῆς τύχης σοι περιθείσης πρόσωπον Ἀγαμέμνονος αὐτὸς οὐκ αἰσχύνῃ πράττων ἔργα Θερσίτου;
因为他们说他这样说道:“国王啊,命运既然赋予了你阿伽门农的面具,你自己做出塞西特斯的行径,难道不感到羞耻吗?
τὸν δὲ Φίλιππον τῇ τῆς ἐπιπλήξεως εὐστοχίᾳ κινηθέντα τοσοῦτο μεταβαλεῖν τὴν ὅλην διάθεσιν ὥστε τοὺς μὲν στεφάνους ἀπορρῖψαι, τὰ δὲ συνακολουθοῦντα κατὰ τὸν κῶμον σύμβολα τῆς ὕβρεως ἀποτρίψασθαι, τὸν δʼ ἄνδρα τὸν χρησάμενον τῇ παρρησίᾳ θαυμάσαι καὶ τῆς αἰχμαλωσίας ἀπολύσαντα πρὸς ἑαυτὸν ἀναλαβεῖν ἐντίμως.
”他们说,腓力被这一斥责的切中要害所打动,极大地改变了整个心境,以至于扔掉了花冠,屏弃了狂欢中伴随的傲慢象征,赞赏了那位直言不讳的男子,并将其免除俘虏身份,体面地收入麾下。
§16.87.3τέλος δʼ ὑπὸ τοῦ Δημάδου καθομιληθέντα ταῖς Ἀττικαῖς χάρισι πάντας ἀπολῦσαι τοὺς αἰχμαλώτους ἄνευ λύτρων, καθόλου δʼ ἀποθέμενον τὴν ἐκ τῆς νίκης ὑπερηφανίαν πρέσβεις ἀποστεῖλαι πρὸς τὸν δῆμον τῶν Ἀθηναίων καὶ συνθέσθαι πρὸς αὐτοὺς φιλίαν τε καὶ συμμαχίαν, εἰς δὲ τὰς Θήβας φρουρὰν ἐγκαταστήσαντα συγχωρῆσαι τὴν εἰρήνην τοῖς Βοιωτοῖς.
最后,腓力被德马德斯以雅典式的优雅说服,无偿释放了所有俘虏,并且彻底摒弃了因胜利而产生的傲慢,向雅典人民派遣使者,与他们缔结了友好同盟关系,另一方面,在底比斯驻军之后,他允许了波奥蒂亚人的和平要求。