Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §16.86.1-16.86.6

カイロネイアの戦いとマケドニア軍の勝利

594 / 723 箇所 · ギリシア語

要旨

カイロネイアの戦いが勃発し、若きアレクサンドロスと国王フィリッポスの活躍によりマケドニア軍がアテナイ・ボイオティア連合軍を破って勝利を収める。

§16.86.1ἅμα δʼ ἡμέρᾳ τῶν δυνάμεων ἐκταττομένων ὁ μὲν βασιλεὺς τὸν υἱὸν Ἀλέξανδρον, ἀντίπαιδα τὴν ἡλικίαν ὄντα, διάδηλον δὲ τὴν ἀνδρείαν καὶ τὴν ὀξύτητα τῆς ἐνεργείας ἔχοντα, κατέστησεν ἐπὶ θάτερον τῶν κεράτων, παρακαταστήσας αὐτῷ τῶν ἡγεμόνων τοὺς ἀξιολογωτάτους·
夜明けとともに軍勢が整列させられている間に、王は、年齢においてはまだ少年に近かったものの、その勇猛さと行動の迅速さにおいて際立っていた息子のあのアレクサンドロスを両翼の一方に配置し、将帥たちのうちで最も重きをなす者たちを彼の傍らに配備した。
αὐτὸς δὲ τοὺς ἐπιλέκτους ἔχων μεθʼ ἑαυτοῦ τὴν ἡγεμονίαν εἶχε τοῦ ἑτέρου μέρους καὶ τὰς κατὰ μέρος τάξεις οἰκείως τοῖς παροῦσι καιροῖς διεκόσμησεν.
一方、自身は精鋭たちを従えてもう一方の側の指揮を執り、個々の部隊の陣形を現在の状況に適するように整えた。
§16.86.2οἱ δʼ Ἀθηναῖοι κατʼ ἔθνος τὴν διαίρεσιν τῆς τάξεως ποιησάμενοι τοῖς μὲν Βοιωτοῖς τὸ ἕτερον μέρος παρέδωκαν, αὐτοὶ δὲ τοῦ λοιποῦ τὴν ἡγεμονίαν εἶχον.
他方、アテナイ人たちは国民ごとに戦列の分割を行い、一方の側をボイオティア人たちに委ね、自身は残りの側の指揮を執った。
γενομένης δὲ μάχης καρτερᾶς ἐπὶ πολὺν χρόνον καὶ πολλῶν πιπτόντων παρʼ ἀμφοτέροις μέχρι μέν τινος ὁ ἀγὼν ἀμφιδοξουμένας εἶχε τὰς ἐλπίδας τῆς νίκης.
激しい戦闘が長い時間にわたって行われ、双方に多くの戦死者が出る中で、しばらくの間は、戦いは勝利の行方が疑わしい希望を持たせていた。
§16.86.3μετὰ δὲ ταῦτα τοῦ Ἀλεξάνδρου φιλοτιμουμένου τῷ πατρὶ τὴν ἰδίαν ἀνδραγαθίαν ἐνδείξασθαι καὶ φιλοτιμίας ὑπερβολὴν οὐκ ἀπολείποντος, ὁμοίως δὲ καὶ πολλῶν αὐτῷ συναγωνιζομένων ἀνδρῶν ἀγαθῶν πρῶτος τὸ συνεχὲς τῆς τῶν πολεμίων τάξεως ἔρρηξε καὶ πολλοὺς καταβαλὼν κατεπόνει τοὺς καθʼ αὑτὸν τεταγμένους.
この後、アレクサンドロスが父親に自分の勇猛さを示そうと熱望し、並外れた競争心をいささかも欠くことなく、同様に多くの優れた男たちが彼とともに戦う中で、彼が真っ先に敵の戦列の密集した部分を突破し、多くの者を打ち倒して、自分の正面に配置された者たちを圧倒した。
§16.86.4τὸ δʼ αὐτὸ καὶ τῶν παραστατῶν αὐτῷ ποιησάντων τὸ συνεχὲς αἰεὶ τῆς τάξεως παρερρήγνυτο.
彼の傍らに立つ者たちも同様のことを行ったので、戦列の密集部分は次々と破られていった。
πολλῶν δὲ σωρευομένων νεκρῶν οἱ περὶ τὸν Ἀλέξανδρον πρῶτοι βιασάμενοι τοὺς καθʼ αὑτοὺς ἐτρέψαντο.
多くの死体が積み重なる中で、アレクサンドロスの部下たちが真っ先に力尽くで進み、自分たちの正面にいる敵を敗走させた。
μετὰ δὲ ταῦτα καὶ ὁ βασιλεὺς αὐτὸς προκινδυνεύων καὶ τῆς νίκης τὴν ἐπιγραφὴν οὐδʼ αὐτῷ παραχωρῶν Ἀλεξάνδρῳ τὸ μὲν πρῶτον ἐξέωσε τῇ βίᾳ τοὺς ἀντιτεταγμένους, ἔπειτα δὲ καὶ φεύγειν συναναγκάσας αἴτιος ἐγένετο τῆς νίκης.
この後、王自身もまた、身を危険にさらして戦い、勝利の栄誉をアレクサンドロスにさえ譲るまいとして、最初は対峙する敵を力づくで押し戻し、その後、彼らを敗走へと追い込んで、勝利をもたらした者となった。
§16.86.5τῶν δʼ Ἀθηναίων ἔπεσον μὲν ἐν τῇ μάχῃ πλείους τῶν χιλίων, ἥλωσαν δʼ οὐκ ἐλάττους τῶν δισχιλίων.
アテナイ人の側では、戦闘で千人を超える者が倒れ、二千人を下回らない者が捕虜となった。
§16.86.6ὁμοίως δὲ καὶ τῶν Βοιωτῶν πολλοὶ μὲν ἀνῃρέθησαν, οὐκ ὀλίγοι δʼ ἐζωγρήθησαν.
同様にボイオティア人側でも、多くの者が殺され、少なくない者が生け捕りにされた。
μετὰ δὲ τὴν μάχην ὁ Φίλιππος τρόπαιον στήσας καὶ τοὺς νεκροὺς εἰς ταφὴν συγχωρήσας ἐπινίκια τοῖς θεοῖς ἔθυσε καὶ τοὺς ἀνδραγαθήσαντας κατὰ τὴν ἀξίαν ἐτίμησεν.
戦闘の後、フィリッポスは戦勝記念碑を建て、死体の埋葬を許可し、神々に感謝のいけにえを捧げ、功績のあった者たちをその功績に応じて表彰した。

語釈・文法注

  1. §16.86.1τὴν ἡλικίαν — 観点の対格(限定の対格)。形容詞 ἀντίπαιδα の具体的範囲を「年齢において」と制限している。
  2. §16.86.2ἀμφιδοξουμένας εἶχε τὰς ἐλπίδας — 接続動詞 εἶχε と述語形容詞 ἀμφιδοξουμένας が組み合わさり、「希望を不確かな状態に保っていた」、すなわち「勝利の行方が予測不可能であった」という意味を表す。
  3. §16.86.3τὸ συνεχὲς — 形容詞 συνεχής(連続した、切れ目のない)の中性単数形に冠詞が付いて名詞化されたもの。ここでは敵の「密集した戦列」または「隙間のない陣形」を指す。
  4. §16.86.4οἱ περὶ τὸν Ἀλέξανδρον — 「〜とその周囲の者たち」を意味する古典ギリシア語の慣用表現。文脈上、アレクサンドロス自身および彼が直接率いる部下たち(精鋭や戦友たち)を指す。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §16.86.1-16.86.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.86.1-16.86.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。