§16.80.1καινοποιηθείσης δὲ τῆς μάχης καὶ τῶν Φοινίκων τῷ πλήθει περιχεομένων τοὺς Ἕλληνας ἄφνω πολὺς ἐκ τοῦ περιέχοντος ὄμβρος κατερράγη καὶ χαλάζης εὐμεγέθους πλῆθος, ἀστραπαί τε καὶ βρονταὶ μετὰ πνευμάτων μεγάλων κατέσκηπτον·
战斗重新激化,腓尼基人凭借人数优势将希腊人包围时,突然,周围的大气中降下暴雨,大粒的冰雹倾泻而下,闪电和雷鸣伴随着狂风席卷而来。
καὶ τούτων ἁπάντων θυελλοφορουμένων τοῖς μὲν Ἕλλησι κατὰ νώτου, τοῖς δὲ βαρβάροις κατὰ πρόσωπον οἱ μὲν περὶ τὸν Τιμολέοντα τὸ σύμπτωμα ῥᾳδίως ὑπέμενον, οἱ δὲ Φοίνικες τὸ μέγεθος τῆς περιστάσεως φέρειν ἀδυνατοῦντες, ἅμα δὲ καὶ τῶν Ἑλλήνων ἐπικειμένων, πρὸς φυγὴν ὥρμησαν.
在这一切风暴的吹袭下,希腊人处于顺风,而蛮族则处于逆风,提摩莱翁及其部下轻易地承受住了这一突发事变,但腓尼基人无法承受如此巨大的困境,再加上希腊人同时发起了猛攻,便开始落荒而逃。
§16.80.2πάντων δʼ ἐπὶ τὸν ποταμὸν τρεπομένων, ἀναμὶξ ἱππέων τε καὶ πεζῶν, καὶ τῶν ἁρμάτων ἅμα τούτοις φυρομένων οἱ μὲν ὑπʼ ἀλλήλων συμπατούμενοι καὶ τοῖς τῶν συμμάχων ξίφεσι καὶ λόγχαις περιπειρόμενοι τὴν συμφορὰν ἔσχον ἀβοήθητον, οἱ δʼ ὑπὸ τῶν παρὰ τοῖς πολεμίοις ἱππέων εἰς τὸ τοῦ ποταμοῦ ῥεῖθρον ἀγεληδὸν συνελαυνόμενοι καὶ κατὰ νώτου τὰς πληγὰς λαμβάνοντες ἀπέθνησκον.
所有人均向河边逃窜,骑兵和步兵混杂在一起,战车也与他们乱成一团。 其中有些人互相踩踏,并被盟友的刀剑和长枪刺穿,陷入了无可挽救的惨境;另一些人则被敌军的骑兵成群地驱赶到河水之中,后背承受着攻击而纷纷丧命。
§16.80.3πολλοὶ δὲ ἄνευ πολεμίας πληγῆς διεφθείροντο σωρευομένων τῶν σωμάτων διά τε τὸν φόβον καὶ τὸ πλῆθος καὶ διὰ τὰς ἐν τῷ ῥείθρῳ δυσχερείας.
许多人在没有受到敌人攻击的情况下,由于恐慌、拥挤以及在河水中的艰难处境,尸体堆积如山,因而丧命。
τὸ δὲ μέγιστον, λάβρων γεγενημένων τῶν ὄμβρων ὁ ποταμὸς βιαιοτέρῳ τῷ ῥεύματι καταφερόμενος πολλοὺς ἐβάπτιζε καὶ μετὰ τῶν ὅπλων διανηχομένους διέφθειρε.
最严重的是,由于暴雨倾盆,河水以更加汹涌的激流冲刷而下,淹没了许多人,并夺去了那些携带着武器企图游过去的人的生命。
§16.80.4τέλος δὲ τῶν Καρχηδονίων οἱ μὲν τὸν ἱερὸν λόχον ἀναπληροῦντες καὶ τὸν μὲν ἀριθμὸν ὄντες δισχίλιοι καὶ πεντακόσιοι, ταῖς δʼ ἀρεταῖς καὶ δόξαις, ἔτι δὲ ταῖς οὐσίαις πρωτεύοντες ἅπαντες ἀγωνισάμενοι λαμπρῶς κατεκόπησαν.
最终,在迦太基人中,组成神圣军团的成员——他们人数为两千五百人,在英勇、声望以及财产上均首屈一指——在进行了英勇的抵抗后,全部壮烈战死。
§16.80.5τῶν δʼ ἄλλων τῶν συστρατευομένων αὐτοῖς ἀπέθανον πλείους τῶν μυρίων, αἰχμάλωτοι δʼ ἐλήφθησαν οὐκ ἐλάττους τῶν μυρίων καὶ πεντακισχιλίων.
在与他们一同参战的其他士兵中,有一万多人战死,而被俘者不少于一万五千人。
τῶν δὲ ἁρμάτων τὰ μὲν πολλὰ συνετρίβη κατὰ τὸν ἀγῶνα, διακόσια δʼ ἥλω· τὰ δὲ σκευοφόρα καὶ τὰ ζεύγη καὶ τὰ πλήθη τῶν ἁμαξῶν ὑποχείρια τοῖς Ἕλλησιν ἐγένετο.
至于战车,大部分在战斗中被摧毁,但有两百辆被缴获;行李牲畜、役畜以及大量的车辆都落入了希腊人的手中。
§16.80.6τῶν δʼ ὅπλων τὰ πολλὰ μὲν ὑπὸ τοῦ ποταμοῦ διεφθάρη, ἐπὶ δὲ τὴν τοῦ Τιμολέοντος σκηνὴν χίλιοι μὲν θώρακες, ἀσπίδες δὲ πλείους τῶν μυρίων ἀπηνέχθησαν.
大部分武器都被河水冲走毁坏,但有一千件胸甲和一万多面盾牌被运到了提摩莱翁的营帐。
τούτων δʼ ὕστερον τὰ μὲν ἐν τοῖς ἐν Συρακούσσαις ναοῖς ἀνετέθη, τὰ δὲ τοῖς συμμάχοις διεμερίσθη, τινὰ δʼ εἰς Κόρινθον Τιμολέων ἀπέστειλε, προστάξας εἰς τὸ τοῦ Ποσειδῶνος ἱερὸν ἀναθεῖναι.
此后,这些战利品中有一部分被供奉在叙拉古的各神庙中,一部分分发给盟友,还有一些提摩莱翁派人送往科林斯,并下令将其供奉在波塞冬的神庙中。