§16.78.1ἔδοξε δʼ αὐτῷ τὸν πρὸς τοὺς Φοίνικας ἀγῶνα συστήσασθαι κατὰ τὴν τῶν Καρχηδονίων ἐπικράτειαν, ὅπως τὴν μὲν τῶν συμμάχων χώραν ἀσινῆ διαφυλάξῃ, τὴν δʼ ὑπὸ τοὺς βαρβάρους οὖσαν καταφθείρῃ.
于是他决定在迦太基人的势力范围内与腓尼基人展开交战,以便使盟友的土地免受伤害,而摧毁蛮族统治下的土地。
§16.78.2εὐθὺς οὖν τούς τε μισθοφόρους καὶ Συρακοσίους καὶ τοὺς ἄλλους συμμάχους ἀθροίσας καὶ κοινὴν ἐκκλησίαν συναγαγὼν παρώρμησε τοῖς οἰκείοις λόγοις τὰ πλήθη πρὸς τὸν ὑπὲρ τῶν ὅλων ἀγῶνα· πάντων δʼ ἀποδεξαμένων τοὺς λόγους καὶ βοώντων ἄγειν τὴν ταχίστην ἐπὶ τοὺς βαρβάρους προῆγεν ἔχων τοὺς σύμπαντας οὐ πλείους τῶν μυρίων καὶ δισχιλίων.
于是,他立即召集了雇佣兵、叙拉古人和其他盟友,召开了全体大会,用适合的言辞激励群众去进行决定全局的斗争;当所有人都接受了他的话,并高呼要求以最快速度向蛮族进军时,他便率领总共不超过一万二千人的队伍出发了。
§16.78.3ἤδη δʼ αὐτοῦ κατὰ τὴν Ἀκραγαντίνην ὄντος παραδόξως ἐνέπεσε τῇ στρατιᾷ ταραχὴ καὶ στάσις.
当他已经到达阿克拉加斯境内时,出乎意料的是,军队中爆发了骚乱和内讧。
τῶν γὰρ μισθοφόρων τις ὄνομα Θρασίος, σεσυληκὼς τὸ ἐν Δελφοῖς ἱερὸν μετὰ τῶν Φωκέων, ἀπονοίᾳ δὲ καὶ θράσει διαφέρων, ἀκόλουθον τοῖς πρότερον τετολμημένοις πρᾶξιν ἐπετελέσατο.
因为在雇佣兵中有一个名叫色拉西乌斯的人,曾与福基斯人一起劫掠过德尔斐的神庙,此人在疯狂和胆大妄为方面异乎常人,他干出了一件与其先前所敢于犯下的恶行相称的事情。
§16.78.4τῶν γὰρ ἄλλων σχεδὸν ἁπάντων τῶν μετασχόντων τῆς εἰς τὸ μαντεῖον παρανομίας τετευχότων ὑπὸ τοῦ δαιμονίου τῆς προσηκούσης τιμωρίας, καθάπερ μικρῷ πρότερον ἀνεγράψαμεν, μόνος οὗτος διαλεληθὼς τὸ θεῖον ἐπεχείρησε τοὺς μισθοφόρους παρορμᾶν πρὸς ἀπόστασιν.
因为几乎所有参与过对神庙不法劫掠的其他人都已经受到了神明应有的惩罚(正如我们不久前所记载的那样),唯独他一人逃过了神明的惩罚,企图煽动雇佣兵进行叛变。
§16.78.5ἔφη γὰρ τὸν Τιμολέοντα παραφρονοῦντα πρὸς ὁμολογουμένην ἀπώλειαν ἄγειν τοὺς στρατιώτας· ἑξαπλασίους γὰρ ὄντας τοὺς Καρχηδονίους καὶ πάσαις ταῖς παρασκευαῖς ἀνυπερβλήτους ὑπάρχοντας ἐπαγγέλλεται νικήσειν, ἐναποκυβεύων ταῖς τῶν μισθοφόρων ψυχαῖς, οὐδὲ τοὺς ὀφειλομένους μισθοὺς πολλοῦ χρόνου διὰ τὴν ἀπορίαν ἀποδεδωκώς.
因为他说,提摩莱翁疯了,正把士兵们引向明摆着的毁灭;迦太基人的兵力是他们的六倍,且在一切准备工作上都无可匹敌,而提摩莱翁却扬言要战胜他们,这是在用雇佣兵的性命进行豪赌,而且由于资金匮乏,他甚至已经很久没有发放拖欠的军饷了。
§16.78.6συνεβούλευεν οὖν ἀνακάμπτειν εἰς τὰς Συρακούσσας καὶ τοὺς μισθοὺς ἀπαιτεῖν, ἐπὶ δὲ στρατείαν ἀπεγνωσμένην μὴ συνακολουθεῖν.
因此,他建议他们返回叙拉古并索要军饷,而不要跟随去进行这场毫无希望的远征。