Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §16.77.1-16.77.5

腓力缔约媾和与提摩莱翁整军备战

第 585 段,共 723 段 · 希腊语

内容简介

在雅典执政官塞奥弗拉斯特斯任内,腓力因惊恐于希腊各城的联合救援而解围并缔结和平。与此同时在西西里,提摩莱翁在面对迦太基大军时与希克塔斯和解以增强自身兵力。

§16.77.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Θεοφράστου Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Μάρκον Οὐαλέριον καὶ Αὖλον Κορνήλιον, Ὀλυμπιὰς δʼ ἤχθη δεκάτη πρὸς ταῖς ἑκατόν, καθʼ ἣν ἐνίκα στάδιον Ἀντικλῆς Ἀθηναῖος.
在雅典由塞奥弗拉斯特斯担任执政官时,罗马人任命马可·瓦莱里乌斯与奥卢斯·科尔内利乌斯为执政官,此时举行了第一百一同届奥林匹克运动会,在这届运动会上,雅典的安提克勒斯获得了短跑比赛的冠军。
§16.77.2ἐπὶ δὲ τούτων Φιλίππου Βυζάντιον πολιορκοῦντος Ἀθηναῖοι μὲν ἔκριναν τὸν Φίλιππον λελυκέναι τὴν πρὸς αὐτοὺς συντεθεῖσαν εἰρήνην· εὐθὺς δὲ καὶ δύναμιν ναυτικὴν ἀξιόλογον ἐξέπεμψαν βοηθήσουσαν τοῖς Βυζαντίοις.
在他们任职期间,当腓力包围拜占庭时,雅典人判定腓力已经破坏了与他们达成的和平条约;于是,他们立即派遣了一支值得瞩目的海军力量去救援拜占庭人。
ὁμοίως δὲ τούτοις Χῖοι καὶ Κῷοι καὶ Ῥόδιοι καί τινες ἕτεροι τῶν Ἑλλήνων συμμαχίαν ἐξέπεμψαν τοῖς Βυζαντίοις.
与他们类似,希俄斯人、科斯人、罗得斯人以及其他一些希腊人也向拜占庭人派遣了盟军。
§16.77.3διόπερ ὁ Φίλιππος καταπλαγεὶς τῇ συνδρομῇ τῶν Ἑλλήνων τήν τε πολιορκίαν τῶν πόλεων ἔλυσε καὶ πρὸς Ἀθηναίους καὶ τοὺς ἄλλους Ἕλληνας τοὺς ἐναντιουμένους συνέθετο τὴν εἰρήνην.
因此,腓力对希腊人的这一汇合感到惊恐,解除了对这些城市的包围,并与雅典人及其他反对他的希腊人缔结了和平。
§16.77.4κατὰ δὲ τὴν Σικελίαν Καρχηδόνιοι μὲν μεγάλας παρασκευὰς εἰς τὸν πόλεμον πεποιημένοι διεβίβασαν τὰς δυνάμεις εἰς τὴν Σικελίαν.
在西西里,迦太基人为战争做了大规模的准备,并将部队运送到了西西里。
εἶχον δὲ τοὺς πάντας σὺν τοῖς προϋπάρχουσιν ἐν τῇ νήσῳ πεζοὺς μὲν πλείους τῶν ἑπτακισμυρίων, ἱππεῖς δὲ καὶ ἅρματα καὶ συνωρίδας οὐκ ἐλάττους τῶν μυρίων, ναῦς δὲ μακρὰς μὲν διακοσίας, φορτηγοὺς δὲ τὰς τοὺς ἵππους τε καὶ βέλη καὶ σῖτον καὶ τἄλλα κομιζούσας πλείους τῶν χιλίων.
他们总共拥有(包括先前已在岛上的兵力在内)七万多步兵,不少于一万的骑兵、战车和双马马车,两百艘军舰,以及一千多艘运送马匹、箭矢、粮食和其他物资的运输船。
§16.77.5Τιμολέων δὲ πυθόμενος τὸ μέγεθος τῆς τῶν πολεμίων δυνάμεως οὐ κατεπλάγη τοὺς βαρβάρους, καίπερ εἰς ὀλίγους στρατιώτας συνεσταλμένος.
提摩莱翁得知了敌军规模的庞大,尽管他手下的士兵已缩减至极少数,但他并未被蛮族吓倒。
ἔχων δὲ πόλεμον πρὸς Ἱκέταν διελύσατο πρὸς αὐτὸν καὶ προσλαβόμενος τοὺς μετὰ τούτου στρατιώτας οὐ μετρίως ηὔξησε τὴν ἰδίαν δύναμιν.
他结束了与希克塔斯之间的战争,并将对方手下的士兵收归己用,从而在很大程度上增强了自己的力量。

词汇与语法注释

  1. §16.77.2ἔκριναν τὸν Φίλιππον λελυκέναι — 动词 `ἔκριναν`(判定)的宾语,为“对格与不定式”结构(accusative with infinitive)。对格的 `τὸν Φίλιππον` 作完成时不定式 `λελυκέναι`(已经破坏)的逻辑主语。
  2. §16.77.4τοὺς πάντας — 带有定冠词的 `τοὺς πάντας` 在与数字连用时,具有副词性,表示“总共”、“共计”以指示总数。
  3. §16.77.5καίπερ εἰς ὀλίγους στρατιώτας συνεσταλμένος — 让步小词 `καίπερ` 与完成时被动分词 `συνεσταλμένος`(源自 `συστέλλω`,意为缩减、减少)结合。字面意思是“尽管已被缩减至少数士兵”,指他自己统率的兵力已变得很少。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §16.77.1-16.77.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.77.1-16.77.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。