§16.78.1ἔδοξε δʼ αὐτῷ τὸν πρὸς τοὺς Φοίνικας ἀγῶνα συστήσασθαι κατὰ τὴν τῶν Καρχηδονίων ἐπικράτειαν, ὅπως τὴν μὲν τῶν συμμάχων χώραν ἀσινῆ διαφυλάξῃ, τὴν δʼ ὑπὸ τοὺς βαρβάρους οὖσαν καταφθείρῃ.
そして彼は、同盟者の地を無傷のまま守り、バルバロイの支配下にある地を荒廃させるために、カルタゴ人の支配領域においてフェニキア人たちとの戦いを始めることに決めた。
§16.78.2εὐθὺς οὖν τούς τε μισθοφόρους καὶ Συρακοσίους καὶ τοὺς ἄλλους συμμάχους ἀθροίσας καὶ κοινὴν ἐκκλησίαν συναγαγὼν παρώρμησε τοῖς οἰκείοις λόγοις τὰ πλήθη πρὸς τὸν ὑπὲρ τῶν ὅλων ἀγῶνα·
そこで直ちに、彼は傭兵たちとシュラクサイ人たち、および他の同盟者たちを集めて合同の民会を召集し、自身のふさわしい言葉によって群衆をすべてを賭けた戦いへと奮起させた。
πάντων δʼ ἀποδεξαμένων τοὺς λόγους καὶ βοώντων ἄγειν τὴν ταχίστην ἐπὶ τοὺς βαρβάρους προῆγεν ἔχων τοὺς σύμπαντας οὐ πλείους τῶν μυρίων καὶ δισχιλίων.
全員がこの言葉を受け入れ、バルバロイに対して一刻も早く進軍するよう叫んだので、彼は総勢で一万二千人を超えない兵を率いて前進した。
§16.78.3ἤδη δʼ αὐτοῦ κατὰ τὴν Ἀκραγαντίνην ὄντος παραδόξως ἐνέπεσε τῇ στρατιᾷ ταραχὴ καὶ στάσις.
すでに彼がアクラガス領内にいたとき、思いがけず軍の中に混乱と不和が生じた。
τῶν γὰρ μισθοφόρων τις ὄνομα Θρασίος, σεσυληκὼς τὸ ἐν Δελφοῖς ἱερὸν μετὰ τῶν Φωκέων, ἀπονοίᾳ δὲ καὶ θράσει διαφέρων, ἀκόλουθον τοῖς πρότερον τετολμημένοις πρᾶξιν ἐπετελέσατο.
というのも、傭兵の一人でタラシオスという名の、フォキス人たちとともにデルポイの神殿を略奪したことがあり、狂気と無謀さにおいて際立っていた者が、以前に敢行した悪行に相応する行動を企てたからである。
§16.78.4τῶν γὰρ ἄλλων σχεδὸν ἁπάντων τῶν μετασχόντων τῆς εἰς τὸ μαντεῖον παρανομίας τετευχότων ὑπὸ τοῦ δαιμονίου τῆς προσηκούσης τιμωρίας, καθάπερ μικρῷ πρότερον ἀνεγράψαμεν, μόνος οὗτος διαλεληθὼς τὸ θεῖον ἐπεχείρησε τοὺς μισθοφόρους παρορμᾶν πρὸς ἀπόστασιν.
神託所に対する不法行為に加わった他のほぼ全員が、少し前に記述したように、神霊からふさわしい罰を受けていた中で、彼一人だけが神の目を逃れており、傭兵たちを煽動して反乱を起こさせようと試みたのである。
§16.78.5ἔφη γὰρ τὸν Τιμολέοντα παραφρονοῦντα πρὸς ὁμολογουμένην ἀπώλειαν ἄγειν τοὺς στρατιώτας·
彼は、ティモレオンが狂気によって兵士たちを明らかな破滅へと導いていると主張した。
ἑξαπλασίους γὰρ ὄντας τοὺς Καρχηδονίους καὶ πάσαις ταῖς παρασκευαῖς ἀνυπερβλήτους ὑπάρχοντας ἐπαγγέλλεται νικήσειν, ἐναποκυβεύων ταῖς τῶν μισθοφόρων ψυχαῖς, οὐδὲ τοὺς ὀφειλομένους μισθοὺς πολλοῦ χρόνου διὰ τὴν ἀπορίαν ἀποδεδωκώς.
カルタゴ人たちが六倍の兵力を擁し、あらゆる軍備において圧倒的であるにもかかわらず、ティモレオンは勝利を請け合っており、傭兵たちの命を賭けて博打を打っているが、困窮のために長い間、未払いの給与を支払ってさえいない、というのである。
§16.78.6συνεβούλευεν οὖν ἀνακάμπτειν εἰς τὰς Συρακούσσας καὶ τοὺς μισθοὺς ἀπαιτεῖν, ἐπὶ δὲ στρατείαν ἀπεγνωσμένην μὴ συνακολουθεῖν.
そこで彼は、シュラクサイへ引き返して給与を要求し、絶望的な遠征には同行しないよう勧告した。