Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §16.77.1-16.77.5

フィリッポスの講和とティモレオンの軍備

585 / 723 箇所 · ギリシア語

要旨

アテナイのアルコン、テオフラストスの年に、フィリッポスはギリシア諸都市の援軍合流に驚いてビュザンティオンの包囲を解き和平を結んだ。一方シケリアでは、カルタゴの大軍に対しティモレオンがヒケタスと和解して軍勢を補強し立ち向かう。

§16.77.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Θεοφράστου Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Μάρκον Οὐαλέριον καὶ Αὖλον Κορνήλιον, Ὀλυμπιὰς δʼ ἤχθη δεκάτη πρὸς ταῖς ἑκατόν, καθʼ ἣν ἐνίκα στάδιον Ἀντικλῆς Ἀθηναῖος.
アテナイにおいてテオフラストスがアルコンのとき、ローマ人たちはマルクス・ウァレリウスとアウルス・コルネリウスを執政官に任命し、第百十回オリンピア競技会が開催され、そこでアテナイのアンティクレスがスタディオン競走で優勝した。
§16.77.2ἐπὶ δὲ τούτων Φιλίππου Βυζάντιον πολιορκοῦντος Ἀθηναῖοι μὲν ἔκριναν τὸν Φίλιππον λελυκέναι τὴν πρὸς αὐτοὺς συντεθεῖσαν εἰρήνην·
彼らの任期中に、フィリッポスがビュザンティオンを包囲していた際、アテナイ人たちはフィリッポスが彼らとの間に結ばれていた和平条約を破棄したと判断した。
εὐθὺς δὲ καὶ δύναμιν ναυτικὴν ἀξιόλογον ἐξέπεμψαν βοηθήσουσαν τοῖς Βυζαντίοις.
そして直ちに、ビュザンティオン人たちを救援するために、注目に値する規模の海軍を派遣した。
ὁμοίως δὲ τούτοις Χῖοι καὶ Κῷοι καὶ Ῥόδιοι καί τινες ἕτεροι τῶν Ἑλλήνων συμμαχίαν ἐξέπεμψαν τοῖς Βυζαντίοις.
彼らと同様に、キオス人、コス人、ロードス人、およびその他のギリシア人の一部もまた、ビュザンティオン人たちに同盟軍を派遣した。
§16.77.3διόπερ ὁ Φίλιππος καταπλαγεὶς τῇ συνδρομῇ τῶν Ἑλλήνων τήν τε πολιορκίαν τῶν πόλεων ἔλυσε καὶ πρὸς Ἀθηναίους καὶ τοὺς ἄλλους Ἕλληνας τοὺς ἐναντιουμένους συνέθετο τὴν εἰρήνην.
それゆえフィリッポスは、ギリシア人たちのこの合流に驚愕し、諸都市の包囲を解き、アテナイ人および自身に対抗する他のギリシア人たちとの間に和平を締結した。
§16.77.4κατὰ δὲ τὴν Σικελίαν Καρχηδόνιοι μὲν μεγάλας παρασκευὰς εἰς τὸν πόλεμον πεποιημένοι διεβίβασαν τὰς δυνάμεις εἰς τὴν Σικελίαν.
シケリアにおいては、カルタゴ人たちが戦争のために大規模な準備を整え、その軍勢をシケリアへと渡らせた。
εἶχον δὲ τοὺς πάντας σὺν τοῖς προϋπάρχουσιν ἐν τῇ νήσῳ πεζοὺς μὲν πλείους τῶν ἑπτακισμυρίων, ἱππεῖς δὲ καὶ ἅρματα καὶ συνωρίδας οὐκ ἐλάττους τῶν μυρίων, ναῦς δὲ μακρὰς μὲν διακοσίας, φορτηγοὺς δὲ τὰς τοὺς ἵππους τε καὶ βέλη καὶ σῖτον καὶ τἄλλα κομιζούσας πλείους τῶν χιλίων.
彼らは、あらかじめ島にいた者たちと合わせて、全部で歩兵は七万人以上、騎兵と戦車および二頭立て馬車は一万人以上、軍船は二百隻、そして馬や矢弾や兵糧その他の物資を運ぶ輸送船は千隻以上を擁していた。
§16.77.5Τιμολέων δὲ πυθόμενος τὸ μέγεθος τῆς τῶν πολεμίων δυνάμεως οὐ κατεπλάγη τοὺς βαρβάρους, καίπερ εἰς ὀλίγους στρατιώτας συνεσταλμένος.
ティモレオンは敵の軍勢の規模を知ったが、従える兵士が少数にまで縮小していたにもかかわらず、バルバロイたちに怯まなかった。
ἔχων δὲ πόλεμον πρὸς Ἱκέταν διελύσατο πρὸς αὐτὸν καὶ προσλαβόμενος τοὺς μετὰ τούτου στρατιώτας οὐ μετρίως ηὔξησε τὴν ἰδίαν δύναμιν.
彼はヒケタスとの間に抱えていた戦争を終結させ、彼のもとにいた兵士たちを自軍に加えることで、自身の軍勢を大いに増強した。

語釈・文法注

  1. §16.77.2ἔκριναν τὸν Φίλιππον λελυκέναι — 動詞 `ἔκριναν`(判断した)の目的語となる対格不定詞構文。対格の `τὸν Φίλιππον` が不定詞 `λελυκέναι`(完了形:破ったこと)の意味上の主語となる。
  2. §16.77.4τοὺς πάντας — 定冠詞を伴う `τοὺς πάντας` は、数詞を伴って「合計で」「全部で」という全体数を示す副詞的な表現。
  3. §16.77.5καίπερ εἰς ὀλίγους στρατιώτας συνεσταλμένος — 譲歩を表す小辞 `καίπερ` と完了受動分詞 `συνεσταλμένος`(`συστέλλω`「縮小する」より)の結合。「少数の兵に縮小されていたにもかかわらず」、すなわち彼自身の率いる軍勢が少なくなっていたことを意味する。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §16.77.1-16.77.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.77.1-16.77.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。