Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §16.72.1-16.72.5

摩罗西亚王位继承与提摩莱翁讨伐僭主

第 580 段,共 723 段 · 希腊语

内容简介

在雅典执政官索西格内斯任内,摩罗西亚国王阿留姆巴斯去世,亚历山大继位;而在西西里,提摩莱翁针对僭主希克塔斯和莱普提内斯展开军事行动,并恢复了数个城市的自治。

§16.72.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Σωσιγένους Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Οὐαλέριον καὶ Μάρκον Γναῖον Πόπλιον.
当索西格内斯在雅典担任执政官时,罗马人选举马尔库斯·瓦莱里乌斯和马尔库斯·格奈乌斯·普布利乌斯为执政官。
ἐπὶ δὲ τούτων Ἀρύμβας ὁ τῶν Μολοττῶν βασιλεὺς ἐτελεύτησεν ἄρξας ἔτη δέκα, ἀπολιπὼν υἱὸν τὸν Πύρρου πατέρα Αἰακίδην· τὴν δʼ ἀρχὴν διεδέξατο Ἀλέξανδρος ὁ ἀδελφὸς Ὀλυμπιάδος, συνεργήσαντος Φιλίππου τοῦ Μακεδόνος.
在他们任期内,摩罗西亚人的国王阿留姆巴斯在统治了十年后去世,留下了儿子埃阿喀得斯,即皮洛士的父亲;而奥林匹亚丝的兄弟亚历山大在马其顿人腓力的协助下继承了王位。
§16.72.2κατὰ δὲ τὴν Σικελίαν Τιμολέων μὲν ἐστράτευσεν ἐπὶ Λεοντίνους· εἰς ταύτην γὰρ τὴν πόλιν Ἱκέτας κατεπεφεύγει μετὰ δυνάμεως ἀξιολόγου.
\n 在西西里,提摩莱翁向莱翁蒂尼发动了远征,因为希克塔斯率领一支相当可观的军队逃到了这座城市。
τὸ μὲν οὖν πρῶτον προσέβαλε τῇ Νέᾳ καλουμένῃ πόλει· μετὰ δὲ ταῦτα πολλῶν στρατιωτῶν ἐν τῇ πόλει συγκεκλεισμένων καὶ ῥᾳδίως ἀπὸ τῶν τειχῶν ἀμυνομένων ἄπρακτος γενόμενος ἔλυσε τὴν πολιορκίαν.
因此,起初他攻击了被称为“内亚”的城市部分;但在这之后,由于许多士兵被封闭在城内并从城墙上轻松防守,提摩莱翁一无所获,解除了围困。
§16.72.3παρελθὼν δὲ πρὸς πόλιν Ἔγγυον, τυραννουμένην ὑπὸ Λεπτίνου, προσβολὰς συνεχεῖς ἐποιεῖτο βουλόμενος τὸν μὲν Λεπτίνην ἐκβαλεῖν ἐκ τῆς πόλεως, τοῖς δʼ Ἐγγυΐνοις τὴν ἐλευθερίαν ἀποδοῦναι.
\n 他前进到由莱普提内斯统治的恩古翁城,发动了连续的攻击,企图将莱普提内斯驱逐出城,并恢复恩古翁人的自由。
§16.72.4περὶ ταῦτα δὲ τοῦ Τιμολέοντος ὄντος Ἱκέτας πανδημεὶ στρατεύσας ἐκ τῶν Λεοντίνων ἐπολιόρκει τὰς Συρακούσσας, πολλοὺς δὲ τῶν στρατιωτῶν ἀποβαλὼν ταχέως ἐπανῆλθεν εἰς τοὺς Λεοντίνους.
\n 正当提摩莱翁忙于这些事务时,希克塔斯率领莱翁蒂尼的全部军队围攻叙拉古,但在损失了许多士兵后,他迅速返回了莱翁蒂尼。
§16.72.5ὁ δὲ Τιμολέων καταπληξάμενος τὸν Λεπτίνην τοῦτον μὲν ὑπόσπονδον ἐξέπεμψεν εἰς τὴν Πελοπόννησον, ἐνδεικνύμενος τοῖς Ἕλλησι τὰς τῶν καταπολεμηθέντων τυράννων ἐκπτώσεις.
\n 而提摩莱翁在威慑了莱普提内斯之后,在协定庇护下将他送往伯罗奔尼撒,向希腊人展示被击败的僭主们的没落。
οὔσης δὲ καὶ τῆς τῶν Ἀπολλωνιατῶν πόλεως ὑπὸ τὸν Λεπτίνην παραλαβὼν τὴν Ἀπολλωνίαν ταύτῃ τε καὶ τῇ τῶν Ἐγγυΐνων ἀπέδωκε τὴν αὐτονομίαν.
由于阿波罗尼亚人的城市也在莱普提内斯的统治下,提摩莱翁接收了阿波罗尼亚,并向该城及恩古翁人的城市恢复了自治权。

词汇与语法注释

  1. 16.72.1συνεργήσαντος Φιλίππου τοῦ Μακεδόνος — 属格绝对结构(genitive absolute),表示伴随情况或原因,说明马其顿的腓力二世协助亚历山大继承了摩罗西亚王位。
  2. 16.72.2πολλῶν στρατιωτῶν ἐν τῇ πόλει συγκεκλεισμένων καὶ ῥᾳδίως ἀπὸ τῶν τειχῶν ἀμυνομένων — 由两个现在分词 `συγκεκλεισμένων` 和 `ἀμυνομένων` 引导的长大属格绝对结构,解释了提摩莱翁撤围的原因(“因为许多士兵被封闭在城内并从城墙上轻松防守”)。
  3. 16.72.4περὶ ταῦτα δὲ τοῦ Τιμολέοντος ὄντος — 属格绝对结构。介词短语 `περὶ ταῦτα`(关于这些事)修饰分词 `ὄντος`(`εἰμί` 的属格单数阳性),表示时间性状况“正当提摩莱翁忙于这些事务时”。
  4. 16.72.5ὑπόσπονδον — 意为“在休战/安全保证协定下”的形容词单数阳性宾格。此处作状语使用,或作为宾语 `τοῦτον`(莱普提内斯)的谓语性形容词,表示提摩莱翁在缔结保证其安全离去的条约后,将他送往伯罗奔尼撒。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §16.72.1-16.72.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.72.1-16.72.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。